- 텍스트

Plutarch, Animine an corporis affectiones sint peiores, section 4

(플루타르코스, Animine an corporis affectiones sint peiores, section 4)

ὥσπερ οὖν ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι, οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν:? ἀλλ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις λεχρίοις καὶ παραφόροις διατραχηλιζόμενος εἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον. ὥστε καὶ ταύτῃ χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε. καὶ τί δεῖ τὰ πολλὰ λέγειν τῶν παθῶν· αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν. ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν· οὐ θύσοντες οὗτοι συνεληλύθασι πατρίοις θεοῖς οὐδ ὁμογνίων μεθέξοντες ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες κώμοις: ἀλλ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνουσα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας ἐμπροθέσμους ἥκουσαν ἐνταῦθα συμβάλλει:

"ὀλλύντων τε καὶ ὀλλυμένων.

ποίων ταῦτα πυρετῶν ἔργα, ποίων ἠπιάλων· τίνες ἐνστάσεις ἢ παρεμπτώσεις ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν·?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION