호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶθ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἰόνται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν.? ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος, ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς, καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι, τὴν φλέβα τεμεῖν, παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατ ἠγνοηκυίας, ἄγομεν ἐξ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기