- 텍스트

Plutarch, Agis, chapter 21

(플루타르코스, Agis, chapter 21)

τοῦ δὲ πάθους εἰς τὴν πόλιν ἐξαγγελθέντος καὶ τῶν τριῶν σωμάτων ἐκκομιζομένων οὐκ ἦν ὁ φόβος οὕτω μέγας, ὥστε μὴ καταφανεῖς εἶναι τοὺς πολίτας ἀλγοῦντας μὲν ἐπὶ τοῖς γεγονόσι, μισοῦντας δὲ τὸν Λεωνίδαν καὶ τὸν Ἀμφάρην, μηδὲν δεινότερον μηδὲ ἀνοσιώτερον ἐξ οὗ Δωριεῖς Πελοπόννησον οἰκοῦσιν οἰομένους ἐν Σπάρτῃ πεπρᾶχθαι.? βασιλεῖ γὰρ, ὡς ἐοίκε, Λακεδαιμονίων οὐδὲ οἱ πολέμιοι ῥᾳδίως ἐν ταῖς μάχαις ἀπαντῶντες προσέφερον τὰς χεῖρας, ἀλλ ἀπετρέποντο δεδιότες καὶ σεβόμενοι τὸ ἀξίωμα, διὸ καὶ πολλῶν γεγονότων Λακεδαιμονίοις ἀγώνων πρὸς Ἕλληνας εἷς μόνος ἀνῃρέθη πρὸ τῶν Φιλιππικῶν δόρατι πληγεὶς περὶ Λεῦκτρα Κλεόμβροτος.

πληγῆναι δὲ μόνον, ἀλλὰ ταῦτα μὲν ἔχει τινὰς ἀμφιλογίας, ἐν δὲ Λακεδαίμονι πρῶτος Ἆγις βασιλεύων ὑπὸ τῶν ἐφόρων ἀπέθανε, καλὰ μὲν ἔργα καὶ πρέποντα τῇ Σπάρτῃ προελόμενος, ἡλικίας δὲ γεγονὼς ἐν ᾗ ἁμαρτάνοντες ἄνθρωποι συγγνώμης τυγχάνουσι, μεμφθεὶς δὲ ὑπὸ τῶν φίλων δικαιότερον ἢ τῶν ἐχθρῶν, ὅτι καὶ Λεωνίδαν περιέσωσε καὶ τοῖς ἄλλοις ἐπίστευσεν, ἡμερώτατος καὶ πραότατος γενόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION