- 텍스트

Plutarch, Agis, chapter 20

(플루타르코스, Agis, chapter 20)

ὁ δὲ Ἀμφάρης προελθὼν ἐπὶ τὰς θύρας, καὶ τὴν Ἀγησιστράταν προσπεσοῦσαν αὐτῷ διὰ συνήθειαν καὶ φιλίαν ἀναστήσας, οὐδὲν ἔφη περὶ τόν Ἆγιν ἔσεσθαι βίαιον οὐδὲ ἀνήκεστον ἐκέλευε δὲ κἀκείνην, εἰ βούλοιτο, πρὸς τόν υἱὸν εἰσελθεῖν.? ἐκείνης δὲ καὶ τὴν μητέρα μετ αὐτῆς παρεῖναι δεομένης οὐδὲν ἔφη κωλύειν ὁ Ἀμφάρης: καὶ δεξάμενος ἀμφοτέρας, καὶ πάλιν κλεῖσαι τὰς θύρας τοῦ δεσμωτηρίου κελεύσας, προτέραν μὲν τὴν Ἀρχιδαμίαν παρέδωκεν, ἤδη σφόδρα πρεσβῦτιν οὖσαν καὶ καταγεγηρακυῖαν ἐν ἀξιώματι μεγίστῳ τῶν πολιτίδων, ἀποθανούσης δὲ ἐκείνης ἐκέλευσε τὴν Ἀγησιστράταν ἔσω βαδίζειν.

ὡς δὲ εἰσελθοῦσα τόν τε υἱὸν ἐθεάσατο χαμαὶ κείμενον καὶ τὴν μητέρα νεκρὰν ἐκ τοῦ βρόχου κρεμαμένην, ἐκείνην μὲν αὐτὴ τοῖς ὑπηρέταις συγκαθεῖλε καὶ παρεκτείνασα τῷ Ἄγιδι τὸ σῶμα περιέστειλε καὶ κατεκάλυψε:

"ὦ παῖ, εὐλάβεια καὶ τὸ πρᾶον καὶ φιλάνθρωπον ἀπώλεσε μεθ ἡμῶν. "ταὐτὰ ἐδοκίμαζες τῷ υἱῷ, ταὐτὰ καὶ πείσῃ.

"συνενέγκαι ταῦτα τῇ Σπάρτῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION