호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ μὲν Χιλωνὶς τοιαῦτα ποτνιωμένη τό τε πρόσωπον ἐπὶ τὴν κεφαλὴν ἐπέθηκε τοῦ Κλεομβρότου, καί τὸ βλέμμα διεφθαρμένον καί συντετηκὸς ὑπὸ λύπης περιήνεγκεν εἷς τοὺς παρόντας.? ὁ δὲ Λεωνίδας διαλεχθεὶς τοῖς φίλοις τὸν μὲν Κλεόμβροτον ἐκέλευσεν ἀναστάντα φεύγειν, τῆς δὲ παιδὸς μένειν ἐδεῖτο καί μὴ καταλιπεῖν ἑαυτόν οὕτω φιλοῦντα καί δεδωκότα χάριν τὴν τοῦ ἀνδρὸς αὐτῇ σωτηρίαν. οὐ μὴν ἔπεισεν, ἀλλ ἀνισταμένῳ τῷ ἀνδρὶ θάτερον τῶν παιδίων ἐγχειρίσασα, θάτερον δ Ἀναλαβοῦσα καί προσκυνήσασα τὸν βωμὸν τοῦ θεοῦ συνεξῆλθεν, ὥστε εἰ μὴ πάνυ διεφθαρμένος ἦν ὑπὸ κενῆς δόξης ὁ Κλεόμβροτος, εὐτύχημα ἂν ἡγήσατο τὴν φυγὴν αὑτῷ τῆς βασιλείας μεῖζον εἶναι διὰ τὴν γυναῖκα.
μεταστησάμενος δὲ τὸν Κλεόμβροτον ὁ Λεωνίδας καὶ τοὺς πρώτους ἐφόρους ἐκβαλὼν τῆς ἀρχῆς, ἑτέρους δὲ ποιησάμενος, εὐθὺς ἐπεβούλευε τῷ Ἄγιδι. καί πρῶτον μὲν ἔπειθεν αὐτὸν ἀναστῆναι καὶ συμβασιλεύειν, ὡς δεδωκότων συγγνώμην τῶν πολιτῶν συνεξηπατῆσθαι γὰρ ὑπὸ τοῦ Ἀγησιλάου νέον ὄντα καί φιλότιμον.
ἐκείνου δὲ ὑφορωμένου καί κατὰ χώραν μένοντος αὐτὸς μὲν ἐπαύσατο φενακίζων καί κατειρωνευόμενος, Ἀμφάρης δὲ καί Δαμοχάρης καί Ἀρκεσίλαος ἀναβαίνοντες εἰώθεσαν αὐτῷ διαλέγεσθαι: καί ποτε καί παραλαβόντες ἐπὶ λουτρὸν ἀπὸ τοῦ ἱεροῦ κατήγαγον καί λουσάμενον πάλιν εἷς τὸ ἱερὸν κατέστησαν, καί ἦσαν πάντες μὲν αὐτῷ συνήθεις, ὁ δὲ Ἀμφάρης καί κεχρημένος ἔναγχος ἱμάτια καί ποτήρια τῶν πολυτελῶν παρὰ τῆς Ἀγησιστράτας ἐπεβούλευε διὰ ταῦτα τῷ βασιλεῖ καί ταῖς γυναιξὶν ὡς ἀποστερήσων. καί μάλιστά γε αὐτὸς ὑπακοῦσαι τῷ Λεωνίδᾳ λέγεται καί παροξῦναι τοὺς ἐφόρους, ὧν καί αὐτὸς εἷς ἦν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기