- 텍스트

Plutarch, Agis, chapter 17

(플루타르코스, Agis, chapter 17)

"ὦ πάτερ, ἐμοὶ τὸ σχῆμα καί τὴν ὄψιν οὐχ ὁ Κλεομβρότου περιτέθεικεν ἔλεος, ἀλλ ἀπὸ τῶν σῶν κακῶν καί τῆς σῆς φυγῆς μεμένηκέ μοι σύντροφον καί σύνοικον τὸ πένθος, πότερον οὖν δεῖ με σοῦ βασιλεύοντος ἐν Σπάρτῃ καί νικῶντος ἐγκαταβιῶναι ταύταις ταῖς συμφοραῖς, ἢ λαβεῖν ἐσθῆτα λαμπρὰν καί βασιλικήν, ἐπιδοῦσαν ὑπὸ σοῦ τὸν παρθένιον ἄνδρα φονευόμενον·? "ὃς εἰ μὴ παραιτεῖταί σε μηδὲ πείθει τέκνων καί γυναικὸς δάκρυσι, χαλεπωτέραν ἢ σὺ βούλει δίκην ὑφέξει τῆς κακοβουλίας ἐπιδὼν ἐμὲ τὴν φιλτάτην αὐτῷ προαποθανοῦσαν. "τίνι γὰρ ἐμὲ δεῖ ζῆν παρρησίᾳ πρὸς τὰς ἄλλας γυναῖκας, ᾗ μήτε παρ ἀνδρὸς δεομένῃ μήτε παρὰ πατρὸς ἔλεός ἐστιν· "ἀλλὰ καί γυνὴ καί θυγάτηρ συνατυχεῖν καί συνατιμάζεσθαι τοῖς ἐμαυτῆς ἐγενόμην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION