호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ παρεισέδυ πρῶτον εἰς τὴν πόλιν ἀργύρου καὶ χρυσοῦ ζῆλος, καὶ συνηκολούθησε τοῦ πλούτου τῇ μὲν κτήσει πλεονεξία καὶ μικρολογία τῇ δὲ χρήσει καὶ ἀπολαύσει τρυφὴ καὶ μαλακία καὶ πολυτέλεια, τῶν πλείστων ἐξέπεσεν ἡ Σπάρτη καλῶν, καὶ ταπεινὰ πράττουσα παρ ἀξίαν διετέλει μέχρι τῶν χρόνων ἐκείνων ἐν οἷς Ἆγις καὶ Λεωνίδας ἐβασίλευον, Ἆγις μὲν Εὐρυπωντίδης καὶ Εὐδαμίδα παῖς, ἕκτος ἀπὸ Ἀγησιλάου τοῦ διαβάντος εἰς τὴν Ἀσίαν καὶ μέγιστον Ἑλλήνων δυνηθέντος:? ἦν γὰρ Ἀγησιλάου μὲν Ἀρχίδαμος ὁ περὶ Μανδύριον τῆς Ἰταλίας ὑπὸ Μεσσαπίων ἀποθανών, Ἀρχιδάμου δὲ πρεσβύτερος μὲν υἱὸς Ἆγις, Εὐδαμίδας δὲ νεώτερος, ὅς, Ἄγιδος ὑπὸ Ἀντιπάτρου περὶ Μεγάλην πόλιν ἀναιρεθέντος ἀτέκνου, τὴν βασιλείαν ἔσχε, τούτου δὲ Ἀρχίδαμος, Ἀρχιδάμου δὲ ἕτερος Εὐδαμίδας, Εὐδαμίδα δὲ Ἆγις, περὶ οὗ τάδε γέγραπται:
Λεωνίδας δὲ ὁ Κλεωνύμου τῆς μὲν ἑτέρας οἰκίας ἦν Ἀγιάδης, ὄγδοος δὲ ἀπὸ Παυσανίου τοῦ νικήσαντος ἐν Πλαταιαῖς μάχῃ Μαρδόνιον.
Παυσανίας γὰρ υἱὸν ἔσχε Πλειστώνακτα, Πλειστῶναξ δὲ Παυσανίαν, οὗ φυγόντος εἰς Τεγέαν ἐκ Λακεδαίμονος ὅ τε πρεσβύτερος υἱὸς Ἀγησίπολις ἐβασίλευσε καὶ τούτου τελευτήσαντος ἀτέκνου Κλεόμβροτος ὁ νεώτερος, ἐκ δὲ Κλεομβρότου πάλιν ἄλλος Ἀγησίπολις ἦν καὶ Κλεομένης, ὧν Ἀγησίπολις μὲν οὔτε ἦρξε πολὺν χρόνον οὔτε παῖδας ἔσχε, Κλεομένης δὲ βασιλεύσας μετὰ Ἀγησίπολιν τὸν μὲν πρεσβύτερον τῶν υἱῶν Ἀκρότατον ἔτι ζῶν ἀπέβαλε, νεώτερον δὲ Κλεώνυμον κατέλιπεν, ὃς οὐκ ἐβασίλευσεν, ἀλλ Ἄρευς υἱωνὸς ὢν Κλεομένους, Ἀκροτάτου δ υἱός: Ἄρεως δὲ πεσόντος περὶ Κόρινθον υἱὸς ὦν Ἀκρότατος τὴν βασιλείαν κατέσχεν.
ἀπέθανε δὲ καὶ οὗτος ἡττηθεὶς μάχῃ περὶ Μεγάλην πόλιν ὑπὸ Ἀριστοδήμου τοῦ τυράννου, καταλιπὼν ἐγκύμονα τὴν γυναῖκα.
παιδίου δὲ ἄρρενος γενομένου Λεωνίδας ὁ Κλεωνύμου τὴν ἐπιτροπὴν ἔσχεν, εἶτα πρὶν ἐν ἡλικίᾳ γενέσθαι τελευτήσαντος, οὕτως εἰς αὐτὸν ἡ βασιλεία περιῆλθεν οὐ πάνυ τοῖς πολίταις εὐάρμοστον ὄντα. καίπερ γὰρ ἐγκεκλικότων ἤδη τῇ διαφθορᾷ τοῦ πολιτεύματος ὁμαλῶς ἁπάντων, ἦν τις ἐν τῷ Λεωνίδᾳ τῶν πατρῴων ἐπιφανὴς ἐκδιαίτησις, ἅτε δὴ χρόνον ἠλινδημένῳ πολὺν ἐν αὐλαῖς σατραπικαῖς καὶ τεθεραπευκότι Σέλευκον, εἶτα τὸν ἐκεῖθεν ὄγκον εἰς Ἑλληνικὰ πράγματα καὶ νόμιμον ἀρχὴν οὐκ ἐμμελῶς μεταφέροντι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기