호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο πολλοὺσ τῶν πρὸσ χάριν ἅπαντα πεπολιτευμένων ὁρῶμεν πεπονθότασ· ἐξαρτήσαντεσ γὰρ αὑτοὺσ ὄχλων εἰκῇ φερομένων οὔτ’ ἀναλαβεῖν ὕστερον οὔτ’ ἐπιστῆσαι τὴν ἀταξίαν ἐδυνήθησαν. ταῦτα δὲ ἡμῖν εἰσ τὴν παρὰ τῶν πολλῶν δόξαν ἐπῆλθεν εἰπεῖν ἐννοήσασιν ἡλίκην ἔχει δύναμιν ἐκ τῶν Τιβερίῳ καὶ Γαϊῴ τοῖσ Γράγχοισ συμπεσόντων, οὓσ κάλλιστα μὲν φύντασ, κάλλιστα δὲ τραφέντασ, καλλίστην δὲ τῆσ πολιτείασ ὑπόθεσιν λαβόντασ, ἀπώλεσεν οὐχ οὕτωσ ἐπιθυμία δόξησ ἄμετροσ, ὡσ φόβοσ ἀδοξίασ ἐκ προφάσεωσ οὐκ ἀγεννοῦσ πεφυκώσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기