- 텍스트

Plutarch, Agis, chapter 1 1:

(플루타르코스, Agis, chapter 1 1:)

οὐκ ἀτόπως τινὲς οὐδὲ φαύλως συγκεῖσθαι πρὸς τοὺς φιλοδόξους ὑπονοοῦσι τὸν ἐπὶ τῷ Ἰξίονι μῦθον, ὡς δὴ λαβόντι τὴν νεφέλην ἀντὶ τῆς Ἥρας καὶ τῶν Κενταύρων οὕτως γενομένων, καὶ γὰρ οὗτοι τῆς ἀρετῆς ὥσπερ εἰδώλῳ τινὶ τῇ δόξῃ συνόντες, οὐδὲν εἰλικρινὲς οὐδ ὡμολογημένον, ἀλλὰ νόθα καὶ μικτὰ πολλὰ πράττουσιν, ἄλλας ἄλλας φορὰς φερόμενοι, ζήλοις καὶ πάθεσιν ἐπακολουθοῦντες, ὅπερ οἱ Σοφοκλέους βοτῆρες ἐπὶ τῶν ποιμνίων λέγουσιν τούτοις γὰρ ὄντες δεσπόται δουλεύομεν, καὶ τῶνδ ἀνάγκη καὶ σιωπώντων κλύειν.??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION