호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ νόμος ὁ πάντων βασιλεὺς·? θνατῶν τε καὶ ἀθανάτων:
ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος οὐδέ τισι ξύλοις, ἀλλ ἔμψυχος ὢν ἐν αὐτῷ λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας. "ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν σε φροντίζειν ὁ μέγας Ὠρομάσδης ἠθέλησε:
"θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν.
ἀληθέστερον δ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν· ὅπως ὧν θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν. ὁρᾷς τὸν ὑψοῦ τόνδ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθ ὑγραῖς ἐν ἀγκάλαις· ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δ ἀνέμοις τὰ δ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, κοσμεῖ δ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρ αὑτοῦ φίλτρον ἐγκεράννυσιν.
ἀλλὰ τῶν τοιούτων καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος.
πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ δι ἀρετῆς καθιστὰς·
καὶ δημιουργῶν ἀγαλμάτων τὸ ἣδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον.
οἱο῀ν δ ἣλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ. θεὸς ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων ὅστε θεουδὴς εὐδικίας· τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος:
ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον.
καλὸν δ αὐτῆς καὶ τὸ ἀρχόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기