호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τισ ἀνι τὴν ψυχὴν διαταράττει συνεξαναστῆναι ταῖσ ἐπιθυμίαισ μὴ δυναμένην ἡ δ’ ἐξουσία παραλαβοῦσα τὴν κακίαν νεῦρα τοῖσ πάθεσι προστίθησι καὶ τὸ τοῦ Διονυσίου ἀληθέσ ἐστιν· ἔφη γὰρ ἀπολαύειν μάλιστα τῆσ ἀρχῆσ, ὅταν ταχέωσ ἃ βούλεται ποιῇ.
μέγασ οὖν ὁ κίνδυνοσ βούλεσθαι ἃ μὴ δεῖ τὸν ἃ βούλεται ποιεῖν δυνάμενον· αὐτίκ’ ἔπειτά γε μῦθοσ ἐήν, τετέλεστο δὲ ἔργον.
ὀξὺν ἡ κακία διὰ τῆσ ἐξουσίασ δρόμον ἔχουσα πᾶν πάθοσ ἐξωθεῖ, ποιοῦσα τὴν ὀργὴν φόνον τὸν ἔρωτα μοιχείαν τὴν πλεονεξίαν δήμευσιν. αὐτίκ’ ἔπειθ’ ἅμα μῦθοσ ἐήν,’ καὶ ἀπόλωλεν ὁ προσκρούσασ· ὑπόνοια, καὶ τέθνηκεν ὁ διαβληθείσ. ἀλλ’ ὥσπερ οἱ φυσικοὶ λέγουσι τὴν ἀστραπὴν τῆσ βροντῆσ ὑστέραν μὲν ἐκπίπτειν ὡσ αἷμα τραύματοσ, προτέραν δὲ φαίνεσθαι, τὸν μὲν ψόφον ἐκδεχομένησ τῆσ ἀκοῆσ τῷ δὲ φωτὶ τῆσ ὄψεωσ ἀπαντώσησ· οὕτωσ ἐν ταῖσ ἀρχαῖσ φθάνουσιν αἱ κολάσεισ τὰσ κατηγορίασ καὶ προεκπίπτουσιν αἱ καταδίκαι τῶν ἀποδείξεων.
τὴν ἐξουσίαν, μιμουμένου τὸν ἥλιον τοῦ ἄρχοντοσ, ὃσ ὅταν·
ὕψωμα λάβῃ μέγιστον, ἐξαρθεὶσ ἐν τοῖσ βορείοισ, ἐλάχιστα κινεῖται, τῷ σχολαιοτέρῳ τὸν δρόμον εἰσ ἀσφαλὲσ καθιστάμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기