- 텍스트

Pindar, Odes, isthmian odes, isthmian 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ?

(핀다르, Odes, isthmian odes, isthmian 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ)

Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν.

ἐκ μεγάλων δὲ πενθέων λυθέντες μήτ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων, μήτε κάδεα θεράπευε: παυσάμενοι δ ἀπρήκτων κακῶν γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον: ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός, ἀτόλματον Ἑλλάδι μόχθον.

ἀλλά μοι δεῖμα μὲν παροιχόμενον καρτερὰν ἔπαυσε μέριμναν:

τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ <σκοπεῖν> χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ ἀνδράσι κρέμαται, ἑλίσσων βίου πόρον: ἰατὰ δ ἔστι βροτοῖς σύν γ ἐλευθερίᾳ καὶ τά.

χρὴ δ ἀγαθὰν ἐλπίδ ἀνδρὶ μέλειν: ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.

ὃ τὰν μὲν παρὰ καλλιρόῳ Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα: σὲ δ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο, δῖον ἔνθα τέκες Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων:

ὃ καὶ δαιμόνεσσι δίκας ἐπείραινε: τοῦ μὲν ἀντίθεοι ἀρίστευον υἱέες υἱέων τ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ ἀμφέπειν ὅμαδον:

σώφρονές τ ἐγένοντο πινυτοί τε θυμόν. ταῦτα καὶ μακάρων ἐμέμναντ ἀγοραί, Ζεὺς ὅτ ἀμφὶ Θέτιος ἀγλαός τ ἔρισαν Ποσειδᾶν γάμῳ, ἄλοχον εὐειδέ ἐθέλων ἑκάτερος ἑὰν ἔμμεν: ἔρως γὰρ ἔχεν.

ἀλλ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες, ἐπεὶ θεσφάτων ἐπάκουσαν: εἶπε δ εὔβουλος ἐν μέσοισι Θέμις, οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος διώξει χερὶ τριόδοντός τ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρ ἀδελφεοῖσιν.

- "ἀλλὰ τὰ μὲν παύσατε:

υἱὸν εἰσιδέτω θανόντ ἐν πολέμῳ, χεῖρας Ἄρεΐ <τ> ἐναλίγκιον στεροπαῖσί τ ἀκμὰν ποδῶν.

τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον ὀπάσσαι γέρας Αἰακίδᾳ, ὅντ εὐσεβέστατον φάτις Ιὠλκοῦ τράφειν πεδίον: ἰόντων δ ἐς ἄφθιτον ἄντρον εὐθὺς Χείρωνος αὐτίκ ἀγγελίαι:

μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω ἄμμιν:

ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν λύοι κεν χαλινὸν ὑφ ἡρ´ωϊ παρθενίας. " ὣς φάτο Κρονίδαις ἐννέποισα θεά:

τοὶ δ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν: ἐπέων δὲ καρπὸς οὐ κατέφθινε. φαντὶ γὰρ ξύν ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ ἀπείροισιν ἀρετὰν Ἀχιλέος: γεφύρωσέ τ Ἀτρεΐδαισι νόστον, Ἑλέναν τ ἐλύσατο, Τρωΐας ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν ὑπέρθυμον Ἕκτορά τ ἄλλους τ ἀριστέας:

οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.

τὸν μὲν οὐδὲ θανόντ ἀοιδαὶ ἔλιπον, ἀλλά οἱ παρά τε πυρὰν τάφον θ Ἑλικώνιαι παρθένοι στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν. ἔδοξ ἆρα τόδ ἀθανάτοις, ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.

τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε Μοισαῖον ἁρ´μα Νικοκλέος μνᾶμα πυγμάχου κελαδῆσαι.

γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος Δωρίων ἔλαχεν σελίνων: ἐπεὶ περικτίονας ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ:

ἁλίκων τῷ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν: τὸν αἰνεῖν ἀγαθῷ παρέχει:

ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION