- 텍스트

Pindar, Odes, isthmian odes, isthmian 7 ΣΤΡΕΨΙΑΔῌ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ?

(핀다르, Odes, isthmian odes, isthmian 7 ΣΤΡΕΨΙΑΔῌ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ)

τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα, καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν εὔφρανας· ἦ ῥα χαλκοκρότου πάρεδρον Δαμάτερος ἁνίκ εὐρυχαίταν ἄντειλας Διόνυσον· ὁπότ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς·

ἢ ὅτ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς·

ἢ ὅτ ἀμφ Ιὄλαον ἱππόμητιν· ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν· ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον· ἢ Δωρίδ ἀποικίαν οὕνεκεν ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ Λακεδαιμονίων, ἕλον δ Ἀμύκλας Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις·

ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί, ὅ τι μὴ σοφίας ἀώτον ἄκρον κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.

κώμαζ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ καὶ Στρεψιάδᾳ: φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου:

σθένει τ ἔκπαγλος ἰδεῖν τε μορφάεις:

ἄγει τ ἀρετὰν οὐκ αἴσχιον φυᾶς. φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις, μάτρωΐ θ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος, χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν, τιμὰ δ ἀγαθοῖσιν ἀντίκειται.

λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ, ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων ζώων τ ἀπὸ καὶ θανών.

προμάχων ἀν ὅμιλον, ἔνθ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.

ἔτλαν δὲ πένθος οὐ φατόν:

ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δ ἀθανάτων μὴ θρασσέτω φθόνος, ὅ τι τερπνὸν ἐφάμερον διώκων ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες:

δαίμων δ ἀΐσος:

τὰ μακρὰ δ εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν: ὅτι πτερόεις ἔρριψε Πάγασος δεσπόταν ἐθέλοντ ἐς οὐρανοῦ σταθμοὺς ἐλθεῖν μεθ ὁμάγυριν Βελλεροφόνταν Ζηνός: τὸ δὲ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά.

ἄμμι δ, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία, τεαῖσιν ἁμίλλαισιν εὐανθέα καὶ Πυθόϊ στέφανον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION