호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος: ὦ Μέλισς, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν: αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται πρόξενοί τ ἀμφικτιόνων κελαδεννᾶς τ ὀρφανοὶ ὕβριος:
ὅσσα δ ἐπ ἀνθρώπους ἀήται μαρτύρια φθιμένων ζωῶν τε φωτῶν ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος: οἴκοθεν στάλαισιν ἅπτονθ Ἡρακλείαις:
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
ἱπποτρόφοι τ ἐγένοντο, χαλκέῳ τ Ἄρει ἅδον. ἀλλ ἁμέρᾳ γὰρ ἐν μιᾷ τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν: δαιμόνων βουλαῖς.
ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων, τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων: ἐν ὕπνῳ γὰρ πέσεν:
ἀλλ ἀνεγειρομένα χρῶτα λάμπει, Αὠσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις: ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἁρ´μα καρύξαισα νικᾶν ἔν τ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν τοιάδε τῶν τότ ἐόντων φύλλ ἀοιδᾶν.
οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον καμπύλον δίφρον, Πανελλάνεσσι δ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί, ἔστιν δ ἀφάνεια τύχας καὶ μαρναμένων, πρὶν τέλος ἄκρον ἱκέσθαι:
τῶν τε γὰρ καὶ τῶν διδοῖ:
ἔσφαλε τέχνα καταμάρψαις.
ἴστε μὰν Αἰάντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδ ἔβαν. ἀλλ Ὅμηρός τοι τετίμακεν δι ἀνθρώπων, ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἑρ´πει, εἴ τις εὖ εἴπῃ τι: καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ ἐπάξιον, ἔρνεϊ Τελεσιάδα.
τόλμᾳ γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ, μῆτιν δ ἀλώπηξ, αἰετοῦ ἅ τ ἀναπιτναμένα ῥόμβον ἴσχει. χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
οὐ γὰρ φύσιν Ωἀριωνείαν ἔλαχεν:
ἀλλ ὀνοτὸς μὲν ἰδέσθαι, συμπεσεῖν δ ἀκμᾷ βαρύς. Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ ἄκαμπτος, προσπαλαίσων ἦλθ ἀνὴρ τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι, υἱὸς Ἀλκμήνας:
ὃς Οὐλυμπόνδ ἔβα, γαίας τε πάσας καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ, ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ ὀπυίει, χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων, τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς:
τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ, καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ ἀέθλων γίνεται, ἰσχύος ἔργον.
νίκαν ἀνεφάνατο παίδων <τε> τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου γνώμᾳ πεπιθὼν πολυβούλῳ.
σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기