호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον, ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι. Ζεῦ, μεγάλαι δ ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν: οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
εὐκλέων δ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν, χρὴ δὲ κωμάζοντ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν ἱπποδρομίᾳ κρατέων.
ἀνδρῶν δ ἀρετὰν σύμφυτον οὐ κατελέγχει.
ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἁρ´μασιν: καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις. αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ ἄλλοτ ἐξάλλαξεν:
ἄτρωτοί γε μὰν παῖδες θεῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기