호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους, ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν. ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ ἦν οὐδ ἐργάτις:
οὐδ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. νῦν δ ἐφίητι <τὸ> τὠργείου φυλάξαι ῥῆμ ἀλαθείας <ἐτᾶς> ἄγχιστα βαῖνον, " χρήματα, χρήματ ἀνήρ," ὃς φᾶ κτεάνων θ ἅμα λειφθεὶς καὶ φίλων. Ἰσθμίαν ἵπποισι νίκαν, τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις, Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων, εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
ἐν Κρίσᾳ δ εὐρυσθενὴς εἶδ Ἀπόλλων νιν πόρε τ ἀγλαΐαν καὶ τόθι:
ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός, τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ ἁπάσαις ἁνίαις:
ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον:
ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς ἄλσος: ἵν ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν.
καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, ὦ Θρασύβουλ, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν. οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ, ὅσον ὀργὰν Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν ἔσχεν.
αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν, ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ: καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας:
οὐδέ ποτε ξενίαν οὖρος ἐμπνεύσαις ὑπέστειλ ἱστίον ἀμφὶ τράπεζαν: ἀλλ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες, μήτ ἀρετάν ποτε σιγάτω πατρῴαν, μηδὲ τούσδ ὕμνους:
ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν. ταῦτα, Νικάσιππ, ἀπόνειμον, ὅταν ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기