- 텍스트

Pindar, Odes, isthmian odes, isthmian 1 ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ?

(핀다르, Odes, isthmian odes, isthmian 1 ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ)

μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα, πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον θήσομαι. μή μοι κραναὰ νεμεσάσαι Δᾶλος, ἐν ᾇ κέχυμαι. τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς· εἶξον, Ὠπολλωνιάς: καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ δειράδ:

ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων, καλλίνικον πατρίδι κῦδος.

ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες. ἁνία τ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ ἐθέλω ἢ Καστορείῳ ἢ Ιὀλάου ἐναρμόξαι νιν ὕμνῳ.

κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι: ἔν τ ἀέθλοισι θίγον πλείστων ἀγώνων, καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, γευόμενοι στεφάνων νικαφόρων:

λάμπει δὲ σαφὴς ἀρετὰ ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις, οἱά῀ τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς, καὶ λιθίνοις ὁπότ ἐν δίσκοις ἱέν.

οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ ἐφ ἑκάστῳ ἔργματι κεῖτο τέλος. τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ Εὐρώτᾳ πέλας, Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει, Τυνδαρίδας δ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.

χαίρετ.

γαρύσομαι τοῦδ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν, ἅ νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ:

νῦν δ αὖτις ἀρχαίας ἐπέβασε πότμος συγγενὴς εὐαμερίας.

ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει: εἰ δ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν, ἀμφότερον δαπάναις τε καὶ πόνοις, χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν γνώμαις.

ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.

μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ ἔργμασιν ἀνθρώποις γλυκύς, μηλοβότᾳ τ ἀρότᾳ τ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει:

γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται:

ὃς δ ἀμφ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἀώτον. παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις:

Πρωτεσίλα, τὸ τεὸν δ ἀνδρῶν Ἀχαιῶν ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.

πάντα δ ἐξειπεῖν, ὅς ἀγώνιος Ἑρμᾶς Ἡροδότῳ ἔπορεν ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει. εἰή νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ ἀγλααῖς Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ ἐξαιρέτοις Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις Θήβαισι τεύχοντ.

ἄλλοισι δ ἐμπίπτων γελᾷ, ψυχὰν Αἴ¨δᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION