- 텍스트

Pindar, Odes, nemean odes, nemean 6 ΑΛΚΙΜΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ?

(핀다르, Odes, nemean odes, nemean 6 ΑΛΚΙΜΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ)

ἓν ἀνδρῶν, ἓν θεῶν γένος: ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι: διείργει δὲ πᾶσα κεκριμένα δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος μένει οὐρανός. καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος οἱάν τιν ἔγραψε δραμεῖν ποτὶ στάθμαν.

τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ ἀμειβόμεναι τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν, τόκα δ αὖτ ἀναπαυσάμεναι σθένος ἔμαρψαν.

ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίου.

κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις ἔρνεα πρῶτος <ἔνεικεν> ἀπ Ἀλφεοῦ, καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος, νεμέᾳ δὲ τρίς, ἔπαυσε λάθαν Σωκλείδα, ὃς ὑπέρτατος Ἁγησιμάχῳ υἱέων γένετο.

ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς ἦλθον, οἵτε πόνων ἐγεύσαντο.

σὺν θεοῦ δὲ τύχᾳ ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία <πλεόνων> ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας.

ἔλπομαι μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν ὥτ ἀπὸ τόξου ἱείς: εὐκλέα.

παροιχομένων γὰρ ἀνέρων ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ ἐκόμισαν, Βασσίδαισιν ἅ τ οὐ σπανίζει: παλαίφατος γενεά, ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων ἕνεκεν.

χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος ὁμάδῳ φλέγεν:

πόντου τε γέφυρ ἀκάμαντος ἐν ἀμφικτιόνων ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν τίμασε Ποσειδάνιον ἂν τέμενος:

βοτάνα τέ νιν πόθ ἁ λέοντος νικάσαντ ἤρεφε δασκίοις Φλιοῦντος ὑπ ὠγυγίοις ὄρεσιν.

πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν:

ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας: πέταται δ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ αὐτῶν:

καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο: φαεννᾶς υἱὸν εὖτ ἐνάριξεν Αὄος ἀκμᾷ ἔγχεος ζακότοιο.

καὶ ταύταν μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὑρ῀ον:

ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν: τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων λέγεται παντὶ μάλιστα δονεῖν θυμόν. πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς, Ἀλκιμίδα, τέ γ ἐπαρκέσαι κλειτᾷ γενεᾷ:

δύο μὲν Κρονίου πὰρ τεμένει, παῖ, σέ τ ἐνόσφισε καὶ Πουλυτιμίδαν κλᾶρος προπετὴς ἄνθε Ὀλυμπιάδος.

ἴσον εἴποιμι Μελησίαν, χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION