- 텍스트

Pindar, Odes, pythian odes, pythian 5 ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ?

(핀다르, Odes, pythian odes, pythian 5 ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ)

ὁ πλοῦτος εὐρυσθενής, ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ πολύφιλον ἑπέταν. ὦ θεόμορ Ἀρκεσίλα, σύ τοί νιν κλυτᾶς αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο σὺν εὐδοξίᾳ μετανίσεαι ἕκατι χρυσαρμάτου Κάστορος: εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν καταιθύσσει μάκαιραν ἑστίαν.

σοφοὶ δέ τοι κάλλιον φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.

σὲ δ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται: τὸ μέν, ὅτι βασιλεὺς ἐσσὶ μεγαλᾶν πολίων, ἔχει συγγενὴς ὀφθαλμὸς αἰδοιότατον γέρας τεᾷ τοῦτο μιγνύμενον φρενί: μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν δέδεξαι τόνδε κῶμον ἀνέρων, Ἀπολλώνιον ἄθυρμα.

τῷ σε μὴ λαθέτω Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον, παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν:

φιλεῖν δὲ Κάρρωτον ἔξοχ ἑταίρων: ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν ἀφίκετο δόμους θεμισκρεόντων: ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις, ἀκηράτοις ἁνίαις ποδαρκέων δωδεκάδρομον τέμενος.

κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν:

ἀλλὰ κρέμαται, ὁπόσα χεριαρᾶν τεκτόνων δαίδαλ ἄγων Κρισαῖον λόφον ἄμειψεν ἐν κοιλόπεδον νάπος θεοῦ: τό σφ ἔχει κυπαρίσσινον μέλαθρον ἀμφ ἀνδριάντι σχεδόν, Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ καθέσσαντο μονόδροπον φυτόν.

ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.

Ἀλεξιβιάδα, σὲ δ ἠΰκομοι φλέγοντι Χάριτες.

μακάριος, ὃς ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήϊ: ἀέθλων καὶ πατρωΐαν πόλιν.

πόνων δ οὔ τις ἀπόκλαρός ἐστιν οὔτ ἔσεται:

ὁ Βάττου δ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων, πύργος ἄστεος ὄμμα τε φαεννότατον ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι λέοντες περὶ δείματι φύγον, γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν: ὁ δ ἀρχαγέτας ἔδωκ Ἀπόλλων θῆρας αἰνῷ φόβῳ, ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.

ὃ καὶ βαρειᾶν νόσων ἀκέσματ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, ἀπόλεμον ἀγαγὼν ἐς πραπίδας εὐνομίαν, μυχόν τ ἀμφέπει μαντήϊον:

τῷ καὶ Λακεδαίμονι ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ ἔνασσεν ἀλκάεντας Ἡρακλέος ἐκγόνους Αἰγιμιοῦ τε.

τὸ δ ἐμὸν γαρύειν ἀπὸ Σπάρτας ἐπήρατον κλέος: ὅθεν γεγενναμένοι ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν:

πολύθυτον ἔρανον ἔνθεν ἀναδεξάμενοι, Ἄπολλον, τεᾷ, Καρνήϊ, ἐν δαιτὶ σεβίζομεν Κυράνας ἀγακτιμέναν πόλιν:

ἔχοντι τὰν χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι. καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον ἐν Ἄρει.

τὸ δ ἐλάσιππον ἔθνος ἐνδυκέως δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι, τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.

κτίσεν δ ἄλσεα μείζονα θεῶν, εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις ἀλεξιμβρότοις πεδιάδα πομπαῖς ἔμμεν ἱππόκροτον σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.

μάκαρ μὲν ἀνδρῶν μέτα ἔναιεν, ἡρ´ως δ ἔπειτα λαοσεβής.

ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Αἴ¨δαν βασιλέες ἱεροὶ ἐντί, μεγάλαν δ ἀρετὰν δρόσῳ μαλθακᾷ ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν, ἀκούοντί που χθονίᾳ φρενί, σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν ἔνδικόν τ Ἀρκεσίλᾳ.

πρέπει χρυσάορα Φοῖβον ἀπύειν, ἔχοντα Πυθωνόθεν τὸ καλλίνικον λυτήριον δαπανᾶν μέλος χαρίεν.

ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.

λεγόμενον ἐρέω: κρέσσονα μὲν ἁλικίας νόον φέρβεται γλῶσσάν τε: θάρσος δὲ τανύπτερος ἐν ὄρνιξιν αἰετὸς ἔπλετο: ἀγωνίας δ, ἑρ´κος οἱο῀ν, σθένος:

ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, πέφανταί θ ἁρματηλάτας σοφός: ὅσαι τ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε.

θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν, καὶ τὸ λοιπὸν <ὁμοῖα>, Κρονίδαι μάκαρες, διδοῖτ ἐπ ἔργοισιν ἀμφί τε βουλαῖς ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον. Διός τοι νόος μέγας κυβερνᾷ δαίμον ἀνδρῶν φίλων.

εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION