호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου, Ἱμέραν εὐρυσθενέ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν πόλλ ἄνω, τὰ δ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ ἐλπίδες: σύμβολον δ οὔ πώ τις ἐπιχθονίων πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὑρ῀εν θεόθεν:
τῶν δὲ μελλόντων τετύφλωνται φραδαί. πολλὰ δ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν, ἔμπαλιν μὲν τέρψιος, οἱ δ ἀνιαραῖς ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ. υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν, ἐνδομάχας ἅτ ἀλέκτωρ, συγγόνῳ παρ ἑστίᾳ ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν, εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.
νῦν δ Ὀλυμπία στεφανωσάμενος καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τ, Ἐργότελες, θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρ οἰκείαις ἀρούραις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기