- 텍스트

Pindar, Odes, olympian odes, olympian 2 ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ?

(핀다르, Odes, olympian odes, olympian 2 ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ)

ἀναξιφόρμιγγες ὕμνοι, τίνα θεόν, τίν ἡρ´ωα, τίνα δ ἄνδρα κελαδήσομεν· ἤτοι Πίσα μὲν Διός: Ὀλυμπιάδα δ ἔστασεν Ἡρακλέης ἀκρόθινα πολέμου: γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμ Ἀκράγαντος, εὐωνύμων τε πατέρων ἀώτον ὀρθόπολιν:

ὀφθαλμός, αἰὼν δ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων γνησίαις ἐπ ἀρεταῖς.

ἀλλ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων ἀέθλων τε κορυφὰν πόρον τ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον λοιπῷ γένει. τῶν δὲ πεπραγμένων ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδ ἂν χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος:

λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ ἄν.

ὅταν θεοῦ Μοῖρα πέμπῃ ἀνεκὰς ὄλβον ὑψηλόν.

Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δὲ κρεσσόνων πρὸς ἀγαθῶν.

ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί, καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος: λέγοντι δ ἐν καὶ θαλάσσᾳ μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον.

ἤτοι βροτῶν γε κέκριται πεῖρας οὔ τι θανάτου, οὐδ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδ ἁλίου, ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν: ῥοαὶ δ ἄλλοτ ἄλλαι εὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.

οὕτω δὲ Μοῖρ, ἅ τε πατρώιον τῶνδ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ ἐπί τι καὶ πῆμ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ:

ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν παλαίφατον τέλεσσεν.

ἰδοῖσα δ ὀξεῖ Ἐριννὺς ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον:

λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις ἐν μάχαις τε πολέμου τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις: ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.

Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθῶνι δ ὁμόκλαρον ἐς ἀδελφεὸν Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων ἄγαγον.

τὸ δὲ τυχεῖν πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.

καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν, ἀστὴρ ἀρίζηλος, ἐτήτυμον ἀνδρὶ φέγγος:

εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον, ὅτι θανόντων μὲν ἐνθάδ αὐτίκ ἀπάλαμνοι φρένες ποινὰς ἔτισαν, τὰ δ ἐν τᾷδε Διὸς ἀρχᾷ ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ λόγον φράσαις ἀνάγκᾳ:

ἴσαις δὲ νύκτεσσιν αἰεί, ἴσαις δ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ οὐδὲ πόντιον ὕδωρ κεινὰν παρὰ δίαιταν:

ἀλλὰ παρὰ μὲν τιμίοις θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται αἰῶνα:

τοὶ δ ἀπροσόρατον ὀκχέοντι πόνον ὅσοι δ ἐτόλμασαν ἐστρὶς ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν:

βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος, ὃν πατὴρ ἔχει <μέ>γας ἑτοῖμον αὐτῷ πάρεδρον, πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.

Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται:

Ἀχιλλέα τ ἔνεικ, ἐπεὶ Ζηνὸς ἦτορ λιταῖς ἔπεισε, μάτηρ: ὃς Ἕκτορ ἔσφαλε, Τροίας ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν, Αοὖς τε παῖδ Αἰθίοπα.

πολλά μοι ὑπ ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντι φαρέτρας φωνᾶντα συνετοῖσιν:

ἐς δὲ τὸ πὰν ἑρμηνέων χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ: Διὸς πρὸς ὄρνιχα θεῖον.

ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες·

τεκεῖν μή τιν ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα Θήρωνος.

ἀλλ αἶνον ἔβα κόρος οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ ἀνδρῶν, τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς ἔργοις:

καὶ κεῖνος ὅσα χάρματ ἄλλοις ἔθηκεν τίς ἂν φράσαι δύναιτο·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION