호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Χαῖρε, ὦ πάτερ Ερμῆ. Καὶ σύ γε. ἀλλὰ πῶς ἐγὼ σὸς πατήρ· Οὐχ ὁ Κυλλήνιος Ἑρμῆς ὢν τυγχάνεις· Καὶ μάλα. πῶς οὖν υἱὸς ἐμὸς εἶ· Μοιχίδιός εἰμι, ἐξαίρετός σοι γενόμενος. Νὴ Δία, τράγου ἴσως τινὸς μοιχεύσαντος αἶγα: ἐμοὶ γὰρ πῶς, κέρατα ἔχων καὶ ῥῖνα τοιαύτην καὶ πώγωνα λάσιον καὶ σκέλη διχαλὰ καὶ τραγικὰ καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς· Ὁπόσα ἂν ἀποσκώψῃς με, τὸν σεαυτοῦ υἱόν, ὦ πάτερ, ἐπονείδιστον ἀποφαίνεις, μᾶλλον δὲ σεαυτόν, ὃς τοιαῦτα γεννᾷς καὶ παιδοποιεῖς, ἐγὼ δὲ ἀναίτιος. Τίνα δὲ καὶ φής σου μητέρα· ἤ που ἔλαθον αἶγα μοιχεύσας ἔγωγε· Οὐκ αἶγα ἐμοίχευσας, ἀλλ᾿ ἀνάμνησον σεαυτόν, εἴ ποτε ἐν Ἀρκαδίᾳ παῖδα ἐλευθέραν ἐβιάσω. τί δακὼν τὸν δάκτυλον ζητεῖς καὶ ἐπὶ πολὺ ἀπορεῖς· τὴν Ἰκαρίου λέγω Πηνελόπην. Εἶτα τί παθοῦσα ἐκείνη ἀντ᾿ ἐμοῦ τράγῳ σε ὅμοιον ἔτεκεν·
Αὐτῆς ἐκείνης λόγον σοι ἐρῶ:
ὅτε γάρ με ἐξέπεμπεν ἐπὶ τὴν Ἀρκαδίαν, Ὦ παῖ, μήτηρ μέν σοι, ἔφη, ἐγώ εἰμι, Πηνελόπη ἡ Σπαρτιᾶτις, τὸν πατέρα δὲ γίνωσκε θεὸν ἔχων Ἑρμῆν Μαίας καὶ Διός. εἰ δὲ κερασφόρος καὶ τραγοσκελὴς εἶ, μὴ λυπείτω σε: ὁπότε γάρ μοι συνῄει ὁ πατὴρ ὁ σός, τράγῳ ἑαυτὸν ἀπείκασεν, ὡς λάθοι, καὶ διὰ τοῦτο ὅμοιος ἀπέβης τῷ τράγῳ. Νὴ Δία, μέμνημαι ποιήσας τοιοῦτόν τι. οὖν ὁ ἐπὶ κάλλει μέγα φρονῶν, ἔτι ἀγένειος αὐτὸς ὢν σὸς πατὴρ κεκλήσομαι καὶ γέλωτα ὀφλήσω παρὰ πᾶσιν ἐπὶ τῇ εὐπαιδίᾳ·
Καὶ μὴν οὐ καταισχυνῶ σε, ὦ πάτερ:
μουσικός τε γάρ εἰμι καὶ συρίζω πάνυ καπυρόν, καὶ ὁ Διόνυσος οὐδὲν ἐμοῦ ἄνευ ποιεῖν δύναται, ἀλλὰ ἑταῖρον καὶ θιασώτην πεποίηταί με, καὶ ἡγοῦμαι αὐτῷ τοῦ χοροῦ: καὶ τὰ ποίμνια δὲ εἰ θεάσαιό μου, ὁπόσα περὶ Τεγέαν καὶ ἀνὰ τὸ Παρθένιον ἔχω, πάνυ ἡσθήσῃ: ἄρχω δὲ καὶ τῆς Ἀρκαδίας ἁπάσης: πρῴην δὲ καὶ Ἀθηναίοις συμμαχήσας οὕτως ἠρίστευσα Μαραθῶνι, ὥστε καὶ ἀριστεῖον ᾑρέθη μοι, τὸ ὑπὸ τῇ ἀκροπόλει σπήλαιον. ἢν γοῦν ἐς Ἀθήνας ἔλθῃς, εἴσῃ ὅσον ἐκεῖ τοῦ Πανὸς ὄνομα.
Εἰπὲ δέ μοι, γεγάμηκας, ὦ Πάν, ἤδη·
τοῦτο γάρ, οἶμαι, καλοῦσί σε. Οὐδαμῶς, ὦ πάτερ: ἐρωτικὸς γάρ εἰμι καὶ οὐκ ἂν ἀγαπήσαιμι συνὼν μιᾷ. Ταῖς οὖν αἰξὶ δηλαδὴ ἐπιχειρεῖς. Σὺ μὲν σκώπτεις, ἐγὼ δὲ τῇ τε Ἠχοῖ καὶ τῇ Πίτυϊ σύνειμι καὶ ἀπάσαις ταῖς τοῦ Διονύσου Μαινάσι καὶ πάνυ σπουδάζομαι πρὸς αὐτῶν. Οἶσθα οὖν, ὦ τέκνον, ὅ τι χαρίσῃ τὸ πρῶτον αἰτοῦντί μοι· Πρόσταττε, ὦ πάτερ: ἡμεῖς μὲν ἴδωμεν ταῦτα. Καὶ πρόσιθί μοι καὶ φιλοφρονοῦ: πατέρα δὲ ὁρ´α μὴ καλέσῃς με ἄλλου ἀκούοντος.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기