- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.?, 9.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ., 9.)

Τοὺς δὲ πρεσβυτέρους οὐκ ἀποκτείνει, ὁκόταν ἐπιγένηται, οὐδὲ διαστρέφει‧ αἵ τε γὰρ φλέβες εἰσὶ κοῖλαι καὶ αἵματος μεσταὶ θερμοῦ, ἃ οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα, οὐδ ἀποψῦξαι τὸ αἷμα, ὥστε καὶ πῆξαι, ἀλλ αὐτὸ κρατέεται καὶ καταμίγνυται τῷ αἵματι ταχέως‧ καὶ οὕτω παραδέχονται αἱ φλέβες τὸν ἠέρα, καὶ τὸ φρόνημα γίνεται, τά τε σημήϊα τὰ προειρημένα ἧσσον ἐπιλαμβάνει διὰ τὴν ἰσχύν. Τοϊσι δὲ πρεσβυτάτοισιν ὁκόταν ἐπιγένηται τοῦτο τὸ νούσημα, διὰ τοῦτο ἀποκτείνει ἢ παράπληκτον ποιέει, ὅτι αἱ φλέβες κεκένωνται καὶ τὸ αἷμα ὀλίγον τέ ἐστι καὶ λεπτὸν καὶ ὑδαρές. Ἢν μὲν οὖν πολὺ καταῤῬυῇ καὶ χειμῶνος ἐῄ καιρὸς, ἀποκτείνει‧ ἀπέπνιξε γὰρ τὰς ἀναπνοὰς καὶ ἀπέπηξε τὸ αἷμα, ἢν ἐπ ἀμφότερα ὁ κατάῤῬοος γένηται‧ ἢν δὲ ἐπὶ θατερα μοῦνον, παράπληκτον ποιέει‧ οὐ γὰρ δύναται τὸ αἷμα ἐπικρατῆσαι τοῦ φλέγματος λεπτὸν ἐὸν καὶ ψυχρὸν καὶ ὀλίγον, ἀλλ αὐτὸ κρατηθὲν ἐπάγη, ὥστε ἀκρατέα εἶναι ἐκεῖνα καθ ἃ τὸ αἷμα διεφθάρη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION