호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἢν δὲ ἐπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤῬοος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται‧ ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα‧ αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ ἡ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην. Οὐ γὰρ δέχεται τὸ πνεῦμα ὅσον ἐθέλει, μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤῬυὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας‧ ἔπειτα παύεται τοῦ παλμοῦ καὶ τοῦ ἄσθματος‧ παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ‧ ἢν μὲν γὰρ πλέον ἐπικαταῤῬυῇ, σχολαίτερον, ἢν δὲ ἔλασσον, θᾶσσον‧ καὶ ἢν μὲν πυκνότεροι ἐώσιν οἱ κατάῤῬοοι, πυκνότερα ἐπίληπτος γίνεται, ἢν δὲ μὴ, ἀραιότερα. Τάῦτα μὲν οὖν πάσχει, ἢν ἐπὶ τὸν πλεύμονα καὶ τὴν καρδίην ἰῄ‧ ἢν δὲ ἐς τὴν κοιλίην, διάῤῬοιαι λαμβάνουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기