호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σκεψώμεθα δὲ καὶ τὴν ὁμολογεομένως ἰητρικήν, τὴν ἀμφὶ τοὺς κάμνοντας εὑρημένην, ἣ καὶ ὄνομα καὶ τεχνίτας ἔχει, ἦρά τι καὶ αὐτὴ τῶν αὐτῶν ἐθέλει, καὶ πόθεν ποτὲ ἦρκται. ἐμοὶ μὲν γάρ, ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδ ἂν ζητῆσαι ἰητρικὴν δοκεῖ οὐδείς, εἰ ταὐτὰ διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσι ὑγιαίνουσιν ἡρ´μοζεν. ἔτι γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν Ἑλλήνων ἔνιοι, τὸν αὐτὸν τρόπον, ὅνπερ οἱ ὑγιαίνοντες, διαιτέονται πρὸς ἡδονήν, καὶ οὔτ ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν οὔθ ὑποστείλαιντο ἄν. οἱ δὲ ζητήσαντες καὶ εὑρόντες ἰητρικὴν τὴν αὐτὴν ἐκείνοισι διάνοιαν ἔχοντες, περὶ ὧν μοι ὁ πρότερος λόγος εἴρηται, πρῶτον μέν, οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σιτίων αὐτῶν τούτων, καὶ ἀντὶ πλειόνων ὀλίγιστα ἐποίησαν. ἐπεὶ δὲ αὐτοῖσι τοῦτο ἔστι μὲν ὅτε πρός τινας τῶν καμνόντων ἤρκεσε καὶ φανερὸν ἐγένετο ὠφελῆσαν, οὐ μέντοι πᾶσί γε, ἀλλ ἦσάν τινες οὕτως ἔχοντες, ὡς μὴ ὀλίγων σιτίων δύνασθαι ἐπικρατεῖν, ἀσθενεστέρου δὲ δή τινος οἱ τοιοίδε ἐδόκεον δεῖσθαι, εὑρ῀ον τὰ Ῥυφήματα μίξαντες ὀλίγα τῶν ἰσχυρῶν πολλῷ τῷ ὕδατι καὶ ἀφαιρεόμενοι τὸ ἰσχυρὸν τῇ κρήσει τε καὶ ἑψήσει. ὅσοι δὲ μηδὲ τῶν Ῥυφημάτων ἐδύναντο ἐπικρατεῖν, ἀφεῖλον καὶ ταῦτα, καὶ ἀφίκοντο ἐς πόματα, καὶ ταῦτα τῇσι τε κρήσεσι καὶ τῷ πλήθει διαφυλάσσοντες ὡς μετρίως ἔχοι, μήτε πλείω τῶν δεόντων μήτε ἀκρη τέστερα προσφερόμενοι μηδὲ ἐνδεέστερα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기