호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα, ἓ ἕ.? τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν. τάχ ἐς φίλαν γᾶν πεσεῖσθ ἀνώνυμοι. κόνις δ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα ᾆστον οἴκων ἐμῶν με θήσει. ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν: ἄλλᾳ δ ἄλλο φροῦδον, οὐδ ἔτ ἔστιν ἁ τάλαινα Τροία. ἐμάθετ, ἐκλύετε· Περγάμων <γε> κτύπον. ἔνοσις ἅπασαν ἔνοσις . . . ἐπικλύσει πόλιν. ἰώ: τρομερὰ μέλεα, φέρετ ἐμὸν ἴχνος: ἴτ ἐπί, τάλανα, δούλειον ἁμέραν βίου. ἰὼ τάλαινα πόλις: ὅμως δὲ πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기