호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.? ἓ ἕ. ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν. ἰαλέμῳ τοὺς θανόντας ἀπύεις. γεραιά γ ἐς πέδον τιθεῖσα μέλεα καὶ χερσὶ γαῖαν κτυποῦσα δισσαῖς. διάδοχά σοι γόνυ τίθημι γαίᾳ τοὺς ἐμοὺς καλοῦσα νέρθεν ἀθλίους ἀκοίτας. ἀγόμεθα φερόμεθ . . . ἄλγος ἄλγος βοᾷς. δούλειον ὑπὸ μέλαθρον. ἐκ πάτρας γ ἐμᾶς. ἰώ. Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος ἄταφος ἄφιλος ἄτας ἐμᾶς ἀίστος εἶ. μέλας γὰρ ὄσσε κατεκάλυψε θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기