호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐδῶ λοχαγοῖς, οἳ τέταχθ ἐμπιμπράναι Πριάμου τόδ ἄστυ, μηκέτ ἀργοῦσαν φλόγα ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι, ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν στελλώμεθ οἴκαδ ἄσμενοι Τροίας ἄπο.? ὑμεῖς δ, ἵν αὑτὸς λόγος ἔχῃ μορφὰς δύο, χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ, πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς. σύ τ, ὦ γεραιὰ δυστυχεστάτη γύναι, ἕπου. μεθήκουσίν ς Ὀδυσσέως πάρα οἵδ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας. οἲ γὼ τάλαινα: τοῦτο δὴ τὸ λοίσθιον καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν: ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί. ἀλλ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν. ὦ μεγάλα δή ποτ ἀμπνέους ἐν βαρβάροις Τροία, τὸ κλεινὸν ὄνομ ἀφαιρήσῃ τάχα. πιμπρᾶσί ς, ἡμᾶς δ ἐξάγους ἤδη χθονὸς δούλας: ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ· καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι. φέρ ἐς πυρὰν δράμωμεν: ὡς κάλλιστά μοι σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ. ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς. ἀλλ ἄγετε, μὴ φείδεσθ: Ὀδυσσέως δὲ χρὴ ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기