호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἦν ἄρ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι Τροία τε πόλεων ἔκκριτον μισουμένη, μάτην δ ἐβουθυτοῦμεν.? εἰ δὲ μὴ θεὸς ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός, ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν. χωρεῖτε, θάπτετ ἀθλίῳ τύμβῳ νεκρόν: ἔχει γὰρ οἱᾶ δεῖ γε νερτέρων στέφη. δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ, εἰ πλουσίων τις τεύξεται κτερισμάτων: κενὸν δὲ γαύρωμ ἐστὶ τῶν ζώντων τόδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기