- 텍스트

Euripides, The Trojan Women, episode, anapests 3:

(에우리피데스, The Trojan Women, episode, anapests 3:)

ὦ φίλταθ, ὥς σοι θάνατος ἦλθε δυστυχής.? εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος, μακάριος ἦσθ ἄν, εἴ τι τῶνδε μακάριον: νῦν δ αὔτ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον, οὐκ οἶσθ, ἐχρήσω δ οὐδὲν ἐν δόμοις ἔχων. δύστηνε, κρατὸς ὥς ς ἔκειρεν ἀθλίως τείχη πατρῷα, Λοξίου πυργώματα, ὃν πόλλ ἐκήπευς ἡ τεκοῦσα βόστρυχον φιλήμασίν τ ἔδωκεν, ἔνθεν ἐκγελᾷ ὀστέων ῥαγέντων φόνος, ἵν αἰσχρὰ μὴ λέγω. ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς κέκτησθ, ἐν ἄρθροις δ ἔκλυτοι πρόκεισθέ μοι. ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα, ὄλωλας, ἐψεύσω μ, ὅτ ἐσπίπτων πέπλους, Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων πλόκαμον κεροῦμαι, πρὸς τάφον θ ὁμηλίκων κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα. σὺ δ οὐκ ἔμ, ἀλλ ἐγὼ σὲ τὸν νεώτερον, γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν. οἴμοι, τὰ πόλλ ἀσπάσμαθ αἵ τ ἐμαὶ τροφαὶ ὕπνοι τ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ· Τὸν παῖδα τόνδ ἔκτειναν Ἀργεῖοί ποτε δείσαντες· - αἰσχρὸν τοὐπίγραμμά γ Ἑλλάδι. ἀλλ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν. ὦ καλλίπηχυν Ἕκτορος βραχίονα σῴζους, ἄριστον φύλακ ἀπώλεσας σέθεν. ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος ἴτυός τ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς, ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι. φέρετε, κομίζετ ἀθλίῳ κόσμον νεκρῷ ἐκ τῶν παρόντων: οὐ γὰρ ἐς κάλλος τύχας δαίμων δίδωσιν: ὧν δ ἔχω, λήψῃ τάδε. θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν βέβαια χαίρει: τοῖς τρόποις γὰρ αἱ τύχαι, ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ ἄλλοσε πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε. καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ. ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε οὐδ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη, μήτηρ πατρός σοι προστίθης ἀγάλματα τῶν σῶν ποτ ὄντων: νῦν δέ ς ἡ θεοστυγὴς ἀφείλεθ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν ἔκτεινε καὶ πάντ οἶκον ἐξαπώλεσεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION