호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾔδη τάδ:? οὐδὲν μάντεων ἔδει φράσαι Ὀδυσσέως τέχναισι τόνδ ὀλωλότα. ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί· ἔπεμψ: ὀφείλων δ ἦλθε συμπονεῖν ἐμοί. οὐ μὴν θανόντι γ οὐδαμῶς συνήδομαι. καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν: φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται. οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον: τοσόνδε Νύμφην τὴν ἔνερθ αἰτήσομαι, τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς, ψυχὴν ἀνεῖναι τοῦδ: ὀφειλέτις δέ μοι τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους. κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος ἔσται τὸ λοιπόν: οὐ γὰρ ἐς ταὐτόν ποτε οὔτ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας: κρυπτὸς δ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς ἀνθρωποδαίμων κείσεται βλέπων φάος, Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός. ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ οἴσω: θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών. θρήνοις δ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν, ἔπειτ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ. οὐ ῥύσεταί νιν Παλλάς, ἥ ς ἀπέκτανεν: τοῖον φαρέτρα Λοξίου σῴζει βέλος. ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν: ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται, ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα. οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει: σὺ δ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις, Ἕκτορ, πάρεστι: φῶς γὰρ ἡμέρας τόδε. χωρεῖτε, συμμάχους δ ὁπλίζεσθαι τάχος ἄνωχθε πληροῦν τ αὐχένας ξυνωρίδων. πανοὺς δ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς σάλπιγγος αὐδήν: ὡς ὑπερβαλὼν στρατὸν τείχη τ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν πέποιθα Τρωσί θ ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기