- 텍스트

Euripides, Rhesus, episode, antistrophe 1 1:

(에우리피데스, Rhesus, episode, antistrophe 1 1:)

ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ εἰς Αἵδου μολών, Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός:? ὕβρις γάρ, ἥ ς ἔσφηλε, καὶ Μουσῶν ἔρις τεκεῖν μ ἔθηκε τόνδε δύστηνον γόνον. περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις, ὅτ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν Θάμυριν, ὃς ἡμῶν πόλλ ἐδέννασεν τέχνην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION