- 텍스트

Euripides, Rhesus, episode, iambic

(에우리피데스, Rhesus, episode, iambic)

τάδ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά:? σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας. κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς αἴσχιστα: καίτοι δὶς τόσον κακὸν τόδε: θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών, λυπρὸν μὲν οἶμαι τῷ θανόντι - πῶς γὰρ οὔ· - τοῖς ζῶσι δ ὄγκος καὶ δόμων εὐδοξία. ἡμεῖς δ ἀβούλως κἀκλεῶς ὀλώλαμεν. ἐπεὶ γὰρ ἡμᾶς ηὔνας Ἑκτόρεια χείρ, ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ κόπῳ δαμέντες, οὐδ ἐφρουρεῖτο στρατὸς φυλακαῖσι νυκτέροισιν, οὐδ ἐν τάξεσιν ἔκειτο τεύχη, πλῆκτρά τ οὐκ ἐπὶ ζυγοῖς ἵππων καθήρμοσθ, ὡς ἄναξ ἐπεύθετο κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν πρύμναισι: φαύλως δ ηὕδομεν πεπτωκότες. κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί. λεύσσω δὲ φῶτε περιπολοῦνθ ἡμῶν στρατὸν πυκνῆς δι ὄρφνης: ὡς δ ἐκινήθην ἐγώ, ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν: ἤπυσα δ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ, κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς. οἳ δ οὐδέν: οὐ μὴν οὐδ ἐγὼ τὰ πλείονα. ηὗδον δ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION