- 텍스트

Euripides, Rhesus, episode, iambic

(에우리피데스, Rhesus, episode, iambic)

τάδ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά:? σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας. κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς αἴσχιστα: καίτοι δὶς τόσον κακὸν τόδε: θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών, λυπρὸν μὲν οἶμαι τῷ θανόντι - πῶς γὰρ οὔ· - τοῖς ζῶσι δ ὄγκος καὶ δόμων εὐδοξία. ἡμεῖς δ ἀβούλως κἀκλεῶς ὀλώλαμεν. ἐπεὶ γὰρ ἡμᾶς ηὔνας Ἑκτόρεια χείρ, ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ κόπῳ δαμέντες, οὐδ ἐφρουρεῖτο στρατὸς φυλακαῖσι νυκτέροισιν, οὐδ ἐν τάξεσιν ἔκειτο τεύχη, πλῆκτρά τ οὐκ ἐπὶ ζυγοῖς ἵππων καθήρμοσθ, ὡς ἄναξ ἐπεύθετο κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν πρύμναισι: φαύλως δ ηὕδομεν πεπτωκότες. κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί. λεύσσω δὲ φῶτε περιπολοῦνθ ἡμῶν στρατὸν πυκνῆς δι ὄρφνης: ὡς δ ἐκινήθην ἐγώ, ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν: ἤπυσα δ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ, κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς. οἳ δ οὐδέν: οὐ μὴν οὐδ ἐγὼ τὰ πλείονα. ηὗδον δ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν. καί μοι καθ ὕπνον δόξα τις παρίσταται: ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν, λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν: θείνοντε δ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα ἤλαυνον, αἳ δ ἔρρεγκον ἐξ ἀντηρίδων θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ. ἐγὼ δ ἀμύνων θῆρας ἐξεγείρομαι πώλοισιν: ἔννυχος γὰρ ἐξώρμα φόβος. κλύω δ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν. θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς βάλλει με δυσθνῄσκοντος αἵματος νέου. ὀρθὸς δ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός. καί μ ἔγχος αὐγάζοντα καὶ θηρώμενον παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει ἀνὴρ ἀκμάζων: φασγάνου γὰρ ᾐσθόμην πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών. πίπτω δὲ πρηνής: οἳ δ ὄχημα πωλικὸν λαβόντες ἵππων ἱέσαν φυγῇ πόδα. ἆ ἆ. ὀδύνη με τείρει, κοὐκέτ ὀρθοῦμαι τάλας. καὶ ξυμφορὰν μὲν οἶδ ὁρῶν, τρόπῳ δ ὅτῳ τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι, οὐδ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι. ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος, μηδὲν δυσοίζου: πολέμιοι ᾿´δρασαν τάδε. Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος χωρεῖ: συναλγεῖ δ, ὡς ἐοίκε, σοῖς κακοῖς. πῶς, ὦ μέγιστα πήματ ἐξειργασμένοι, μολόντες ὑμᾶς πολεμίων κατάσκοποι λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός, κοὔτ εἰσιόντας στρατόπεδ ἐξαπώσατε οὔτ ἐξιόντας· τῶνδε τίς τείσει δίκην πλὴν σοῦ· σὲ γὰρ δὴ φύλακά φημ εἶναι στρατοῦ. φροῦδοι δ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ πόλλ ἐγγελῶντες τῷ στρατηλάτῃ τ ἐμοί. εὖ νυν τόδ ἴστε - Ζεὺς ὀμώμοται πατήρ - ἤτοι μάραγνά γ ἢ καρανιστὴς μόρος μένει σε δρῶντα τοιάδ, ἢ τὸν Ἕκτορα τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION