호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γυναῖκες, ἦ που τῶνδ ἀφώρμηται δόμων τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς·? ἥκιστα: πρὸς δ Ἀργεῖον οἴχεται λεών, ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών. οἴμοι: τί χρῆμ ἔδρασε· τίς δ ἔπεισέ νιν· Πυλάδης: ἐοίκε δ οὐ μακρὰν ὅδ ἄγγελος λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι. ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου Ἀγαμέμνονος παῖ, πότνι Ἠλέκτρα, λόγους ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων. αἰαῖ, διοιχόμεσθα: δῆλος εἶ λόγῳ. κακῶν γὰρ ἥκεις, ὡς ἐοίκεν, ἄγγελος. ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν καὶ σέ, ὦ τάλαιν, ἔδοξε τῇδ ἐν ἡμέρᾳ. οἴμοι: προσῆλθεν ἐλπίς, ἣν φοβουμένη πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις. ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν· λέγ, ὦ γεραιέ: πότερα λευσίμῳ χερὶ ἢ διὰ σιδήρου πνεῦμ ἀπορρῆξαί με δεῖ, κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην· ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω βαίνων, πυθέσθαι δεόμενος τά τ ἀμφὶ σοῦ τά τ ἀμφ Ὀρέστου:
σῷ γὰρ εὔνοιαν πατρὶ ἀεί ποτ εἶχον, καί μ ἔφερβε σὸς δόμος πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις. ὁρῶ δ ὄχλον στείχοντα καὶ θάσσοντ ἄκραν, οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας διδόντ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας. ἀστῶν δὲ δή τιν ἠρόμην ἄθροισμ ἰδών: Τί καινὸν Ἄργει· μῶν τι πολεμίων πάρα ἄγγελμ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν· ὃ δ εἶπ: Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας στείχοντ, ἀγῶνα θανάσιμον δραμούμενον· ὁρῶ δ ἀέλπτον φάσμ, ὃ μήποτ ὤφελον, Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθ ὁμοῦ, τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ, τὸν δ ὥστ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον, νόσημα κηδεύοντα παιδαγωγίᾳ.
ἐπεὶ δὲ πλήρης ἐγένετ Ἀργείων ὄχλος, κῆρυξ ἀναστὰς εἶπε: Τίς χρῄζει λέγειν, πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών, μητροκτονοῦντα· κἀπὶ τῷδ ἀνίσταται Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας. ἔλεξε δ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί, διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος, σὸν δ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους ἐς τοὺς τεκόντας οὐ καλούς: τὸ δ ὄμμ ἀεὶ φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις. τὸ γὰρ γένος τοιοῦτον: ἐπὶ τὸν εὐτυχῆ πηδῶς ἀεὶ κήρυκες: ὅδε δ αὐτοῖς φίλος, ὃς ἂν δύνηται πόλεος ἔν τ ἀρχαῖσιν ᾖ. ἐπὶ τῷδε δ ἠγόρευε Διομήδης ἄναξ.
ὑπὸ δ ἔτεινε Τυνδάρεως λόγους τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν. οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον εἰά, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν. ἐπερρόθησαν δ οἳ μὲν ὡς καλῶς λέγοι, οἳ δ οὐκ ἐπῄνουν. κἀπὶ τῷδ ἀνίσταται ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει, Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος, θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ, πιθανὸς ἔτ αὐτοὺς περιβαλεῖν κακῷ τινι: ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα: ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύους ἀεί, κἂν μὴ παραυτίκ, αὖθίς εἰσι χρήσιμοι πόλει. θεᾶσθαι δ ὧδε χρὴ τὸν προστάτην ἰδόνθ: ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ. ὃς εἶπ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις βάλλοντας: ἄλλος δ ἀναστὰς ἔλεγε τῷδ ἐναντία, μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ ἀνήρ, ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον, αὐτουργός - οἵπερ καὶ μόνοι σῴζουσι γῆν - ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον:
ὃς εἶπ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί, κακὴν γυναῖκα κἄθεον κατακτανών, ἣ κεῖν ἀφῄρει, μήθ ὁπλίζεσθαι χέρα μήτε στρατεύειν ἐκλιπόντα δώματα, εἰ τἄνδον οἰκουρήμαθ οἱ λελειμμένοι φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι. καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο. κοὐδεὶς ἔτ εἶπε.
σὸς δ ἐπῆλθε σύγγονος, ἔλεξε δ: ὦ γῆν Ἰνάχου κεκτημένοι, πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον, ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ ἔκτεινα μητέρ. εἰ γὰρ ἀρσένων φόνος ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ ἔτ ἂν θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών: τοὐναντίον δὲ δράσετ ἢ δρᾶσαι χρεών. νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρ ἐμοῦ πατρὸς τέθνηκεν: εἰ δὲ δὴ κατακτενεῖτ ἐμέ, ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν: ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται. ἀλλ οὐκ ἔπειθ ὅμιλον, εὖ δοκῶν λέγειν.
νικᾷ δ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων, ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν. μόλις δ ἔπεισε μὴ πετρουμένους θανεῖν τλήμων Ὀρέστης: αὐτόχειρι δὲ σφαγῇ ὑπέσχετ ἐν τῇδ ἡμέρᾳ λείψειν βίον σὺν σοί. πορεύει δ αὐτὸν ἐκκλήτων ἄπο Πυλάδης δακρύων: σὺν δ ὁμαρτοῦσιν φίλοι κλαίοντες, οἰκτίροντες: ἔρχεται δέ σοι πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία. ἀλλ εὐτρέπιζε φάσγαν ἢ βρόχον δέρῃ: ὡς δεῖ λιπεῖν σε φέγγος: ἡ εὐγένεια δὲ οὐδέν ς ἐπωφέλησεν, οὐδ ὁ Πύθιος τρίποδα καθίζων Φοῖβος, ἀλλ ἀπώλεσεν. ὦ δυστάλαινα παρθέν, ὡς ξυνηρεφὲς πρόσωπον εἰς γῆν σὸν βαλοῦς ἄφθογγος εἶ, ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기