호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρ´α παροῦσα, παρθέν Ἠλέκτρα, πέλας, μὴ κατθανών σε σύγγονος λέληθ ὅδε:? οὐ γάρ μ ἀρέσκει τῷ λίαν παρειμένῳ. ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, ὡς ἡδύ μοι προσῆλθες - ἐν δέοντί γε. ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός. πόθεν ποτ ἦλθον δεῦρο·
πῶς δ ἀφικόμην· ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν. ὦ φίλταθ, ὥς μ ηὔφρανας εἰς ὕπνον πεσών. βούλῃ θίγω σου κἀνακουφίσω δέμας· λαβοῦ λαβοῦ δῆτ, ἐκ δ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον ὀμμάτων τ ἐμῶν. ἰδού: τὸ δούλευμ ἡδύ, κοὐκ ἀναίνομαι ἀδέλφ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη. ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην ἄφελε προσώπου: λεπτὰ γὰρ λεύσσω κόραις. ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας. κλῖνόν μ ἐς εὐνὴν αὖθις: ὅταν ἀνῇ νόσος μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη. ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον, ἀνιαρὸν ὀ`ν τὸ κτῆμ, ἀναγκαῖον δ ὅμως. αὖθίς μ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας: δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο. ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις, χρόνιον ἴχνος θείς· μεταβολὴ πάντων γλυκύ. μάλιστα: δόξαν γὰρ τόδ ὑγιείας ἔχει. κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ. ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα, ἑώς ἐῶσιν εὖ φρονεῖν Ἐρινύες. λέξεις τι καινόν: κεἰ μὲν εὖ, χάριν φέρεις: εἰ δ ἐς βλάβην τιν, ἅλις ἔχω τὸ δυστυχεῖν. Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός, ἐν Ναυπλίᾳ δὲ σέλμαθ ὡρ´μισται νεῶν. πῶς εἶπας· ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός· ἥκει - τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου - Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων. εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν: εἰ δ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα. ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον γένος θυγατέρων δυσκλεές τ ἀν Ἑλλάδα. σύ νυν διάφερε τῶν κακῶν: ἔξεστι γάρ: καὶ μὴ μόνον λέγ, ἀλλὰ καὶ φρόνει τάδε. οἴμοι, κασίγνητ, ὄμμα σὸν ταράσσεται, ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
ὦ μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας. αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου. μέν, ὦ ταλαίπωρ, ἀτρέμα σοῖς ἐν δεμνίοις: ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ εἰδέναι. ὦ Φοῖβ, ἀποκτενοῦσί μ αἱ κυνώπιδες γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί. οὔτοι μεθήσω: χεῖρα δ ἐμπλέξας ἐμὴν σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα. μέθες: μί οὖσα τῶν ἐμῶν Ἐρινύων μέσον μ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον. οἲ γὼ τάλαινα, τίν ἐπικουρίαν λάβω, ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα· δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου, οἷς μ εἶπ Ἀπόλλων ἐξαμύνασθαι θεάς, εἴ μ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν. βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί, εἰ μὴ ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν. οὐκ εἰσακούετ· οὐχ ὁρᾶθ ἑκηβόλων τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας· ἆ ἆ: τί δῆτα μέλλετ· ἐξακρίζετ αἰθέρα πτεροῖς: τὰ Φοίβου δ αἰτιᾶσθε θέσφατα. ἐά: τί χρῆμ ἀλύω, πνεῦμ ἀνεὶς ἐκ πλευμόνων· ποῖ ποῖ ποθ ἡλάμεσθα δεμνίων ἄπο· ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν ὁρῶ. σύγγονε, τί κλαίεις κρᾶτα θεῖς ἔσω πέπλων·
αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς. μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν: σὺ μὲν γὰρ ἐπένευσας τάδ, εἴργασται δ ἐμοὶ μητρῷον αἷμα: Λοξίᾳ δὲ μέμφομαι, ὅστις μ ἐπάρας ἔργον ἀνοσιώτατον, τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ ἔργοισιν οὔ. οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ ὄμματα ἐξιστόρουν νιν, μητέρ εἰ κτεῖναι χρεών, πολλὰς γενείου τοῦδ ἂν ἐκτεῖναι λιτὰς μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος, εἰ μήτ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς, ἐγώ θ ὁ τλήμων τοιάδ ἐκπλήσειν κακά. καὶ νῦν ἀνακάλυπτ, ὦ κασιγνήτη, κάρα, ἐκ δακρύων τ ἄπελθε, κεἰ μάλ ἀθλίως ἔχομεν. ὅταν δὲ τἄμ ἀθυμήσαντ ἴδῃς, σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν ἴσχναινε παραμυθοῦ θ: ὅταν δὲ σὺ στένῃς, ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα: ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί. ἀλλ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω ὕπνῳ τ ἀύπνον βλέφαρον ἐκταθεῖσα δός, σίτων τ ὄρεξαι λουτρά τ ἐπιβαλοῦ χροΐ. εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον κτήσῃ τιν, οἰχόμεσθα: σὲ γὰρ ἔχω μόνην ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν. οὐκ ἔστι: σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι καὶ ζῆν: ἔχει γὰρ ταὐτόν: ἢν σὺ κατθάνῃς, γυνὴ τί δράσω· πῶς μόνη σωθήσομαι, ἀνάδελφος ἀπάτωρ ἄφιλος· εἰ δὲ σοὶ δοκεῖ, δρᾶν χρὴ τάδ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας, καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν ς ἐκ δεμνίων ἄγαν ἀποδέχου, μένε δ ἐπὶ στρωτοῦ λέχους. κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν, κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기