호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ εἰπεῖν ἔπος οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄραιτ ἄχθος ἀνθρώπου φύσις.? ὁ γὰρ μακάριος - κοὐκ ὀνειδίζω τύχας - Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται: καὶ τίνει ταύτην δίκην, ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν κοινῆς τραπέζης ἀξίωμ ἔχων ἴσον, ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. οὗτος φυτεύει Πέλοπα, τοῦ δ Ἀτρεὺς ἔφυ, ᾧ στέμματα ξήνας ἐπέκλωσεν θεὰ ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ θέσθαι. τί τἄρρητ ἀναμετρήσασθαί με δεῖ· ἔδαισε δ οὖν νιν τέκν ἀποκτείνας Ἀτρεύς. Ἀτρέως δέ: τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας: ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ Μενέλεώς τε Κρήσσης μητρὸς Αἐρόπης ἄπο. γαμεῖ δ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ: ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς, Χρυσόθεμις Ἰφιγένειά τ Ἠλέκτρα τ ἐγώ, ἄρσην δ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης, ἣ πόσιν ἀπείρῳ περιβαλοῦς ὑφάσματι ἔκτεινεν: ὧν δ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν: ἐῶ τοῦτ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν. Φοίβου δ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν· πείθει δ Ὀρέστην μητέρ ἥ σφ ἐγείνατο κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον. ὅμως δ ἀπέκτειν οὐκ ἀπειθήσας θεῷ: κἀγὼ μετέσχον, οἱᾶ δὴ γυνή, φόνου. Πυλάδης θ, ὃς ἡμῖν συγκατείργασται τάδε. ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις κεῖται, τὸ μητρὸς δ αἷμά νιν τροχηλατεῖ μανίαισιν:
ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς εὐμενίδας, αἳ τόνδ ἐξαμιλλῶνται φόβῳ. ἕκτον δὲ δὴ τόδ ἦμαρ ἐξ ὅτου σφαγαῖς θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας, ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο, οὐ λούτρ ἔδωκε χρωτί: χλανιδίων δ ἔσω κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου, ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ. ἔδοξε δ Ἄργει τῷδε μήθ ἡμᾶς στέγαις, μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα μητροκτονοῦντας: κυρία δ ἥδ ἡμέρα, ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις, εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι. ἢ φάσγανον θήξαντ ἐπ αὐχένος βαλεῖν. ἐλπίδα δὲ δή τιν ἔχομεν ὥστε μὴ θανεῖν:
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο, λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον ἄλαισι πλαγχθείς: τὴν δὲ δὴ πολύστονον Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν μεθ ἡμέραν στείχουσαν, ὧν ὑπ Ἰλίῳ παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς, προύπεμψεν ἐς δῶμ ἡμέτερον: ἔστιν δ ἔσω κλαίους ἀδελφὴν συμφοράν τε δωμάτων. ἔχει δὲ δή τιν ἀλγέων παραψυχήν: ἣν γὰρ κατ οἴκους ἔλιφ, ὅτ ἐς Τροίαν ἔπλει, παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο, ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν. βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ ὄψομαι Μενέλαον ἥκονθ: ὡς τά γ ἄλλ ἐπ ἀσθενοῦς ῥώμης ὀχούμεθ, ἤν τι μὴ κείνου πάρα σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος. ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος, παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου, πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει·
προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν, ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν. καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον, ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον ἔπλευς ὅπως ἔπλευσα θεομανεῖ πότμῳ, οὐκ εἶδον, ἀπολειφθεῖσα δ αἰάζω τύχας. Ἑλένη, τί σοι λέγοιμ ἂν ἅ γε παροῦς ὁρᾷς· ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον ἐγὼ μὲν ἀύπνος πάρεδρος ἀθλίῳ νεκρῷ - νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς - θάσσω: τὰ τούτου δ οὐκ ὀνειδίζω κακά. σὺ δ εἶ μακαρία μακάριός θ ὁ σὸς πόσις. ἥκετον ἐφ ἡμᾶς ἀθλίως πεπραγότας πόσον χρόνον δ ἐν δεμνίοις πέπτωχ ὅδε· ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν. ὢ μέλεος: ἡ τεκοῦσά θ, ὡς διώλετο. οὕτως ἔχει τάδ, ὥστ ἀπείρηκεν κακοῖς. πρὸς θεῶν, πίθοι ἂν δῆτά μοί τι, παρθένε· ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ. βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν· μητρὸς κελεύεις τῆς ἐμῆς· τίνος χάριν· κόμης ἀπαρχὰς καὶ χοὰς φέρους ἐμάς. σοὶ δ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον· δεῖξαι γὰρ Ἀργείοισι σῶμ αἰσχύνομαι. ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦς αἰσχρῶς δόμους. ὀρθῶς ἔλεξας, οὐ φίλως δ ἐμοὶ λέγεις. αἰδὼς δὲ δὴ τίς ς ἐς Μυκηναίους ἔχει· δέδοικα πατέρας τῶν ὑπ Ἰλίῳ νεκρῶν. δεινὸν γάρ: Ἄργει τ ἀναβοᾷ διὰ στόμα. σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός. οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον. αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε. τί δ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας· ἐς ὄχλον ἑρ´πειν παρθένοισιν οὐ καλόν. καὶ μὴν τίνοι γ ἂν τῇ τεθνηκυίᾳ τροφάς. ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
καὶ πέμψομέν γε θυγατέρ: εὖ γάρ τοι λέγεις. ὦ τέκνον, ἔξελθ, Ἑρμιόνη, δόμων πάρος καὶ λαβὲ χοὰς τάσδ ἐν χεροῖν κόμας τ ἐμάς: ἐλθοῦσα δ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον μελίκρατ ἄφες γάλακτος οἰνωπόν τ ἄχνην, καὶ στᾶς ἐπ ἄκρου χώματος λέξον τάδε: Ἑλένη ς ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς, φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε Ἀργεῖον ὄχλον. πρευμενῆ δ ἄνωγέ νιν ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν τοῖν τ ἀθλίοιν τοῖνδ, οὓς ἀπώλεσεν θεός. ἃ δ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ, ἅπανθ ὑπισχνοῦ νερτέρων δωρήματα. ἴθ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ δοῦς ὡς τάχιστα τῆς πάλιν μέμνης ὁδοῦ. ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ εἶ κακόν, σωτήριόν τε τοῖς καλῶς κεκτημένοις. εἴδετε παρ ἄκρας ὡς ἀπέθρισεν τρίχας, σῴζουσα κάλλος· ἔστι δ ἡ πάλαι γυνή. θεοί σε μισήσειαν, ὥς μ ἀπώλεσας καὶ τόνδε πᾶσάν θ Ἑλλάδα. ὦ τάλαιν ἐγώ: αἵδ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι φίλαι ξυνῳδοί: τάχα μεταστήσους ὕπνου τόνδ ἡσυχάζοντ, ὄμμα δ ἐκτήξους ἐμὸν δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα. ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ χωρεῖτε, μὴ ψοφεῖτε, μηδ ἔστω κτύπος.
φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλ ἐμοὶ τόνδ ἐξεγεῖραι συμφορὰ γενήσεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기