- 텍스트

Euripides, Iphigenia in Tauris, episode, iambic

(에우리피데스, Iphigenia in Tauris, episode, iambic)

ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα τάδ εἶδον αὐτὴ κοὐ κλύους ἀπαγγελῶ.? τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων, Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν: λήξαντα δ οἴκτων κἀπ ἐκεῖν ἐλθεῖν χρεών, ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου. σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ κβάντας τύχης, καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν. καλῶς ἔλεξας: τῇ τύχῃ δ οἶμαι μέλειν τοῦδε ξὺν ἡμῖν: ἢν δέ τις πρόθυμος ᾖ, σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει. μηδέν μ ἐπίσχῃ γ: οὐδ ἀποστήσει λόγου, πρῶτον πυθέσθαι τίνα ποτ Ἠλέκτρα πότμον εἴληχε βιότου: φίλα γὰρ ἔστε πάντ ἐμοί. τῷδε ξυνοικεῖ βίον ἔχους εὐδαίμονα. οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς· Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ. ὁ δ ἐστί γ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός· ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος. οὐκ ἦν τόθ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. οὐκ ἦν: χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά. χαῖρ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου. κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον. τὰ δεινὰ δ ἔργα πῶς ἔτλης μητρὸς πέρι· σιγῶμεν αὐτά: πατρὶ τιμωρῶν ἐμῷ. ἡ δ αἰτία τίς ἀνθ ὅτου κτείνει πόσιν· ἐά τὰ μητρός: οὐδὲ σοὶ κλύειν καλόν. σιγῶ: τὸ δ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει· Μενέλαος ἄρχει: φυγάδες ἐσμὲν ἐκ πάτρας. οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους· οὔκ, ἀλλ Ἐρινύων δεῖμά μ ἐκβάλλει χθονός. ταῦτ ἆρ ἐπ ἀκταῖς κἀνθάδ ἠγγέλης μανείς· ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι. ἔγνωκα: μητρός ς οὕνεκ ἠλάστρουν θεαί. ὥσθ αἱματηρὰ στόμι ἐπεμβαλεῖν ἐμοί. τί γάρ ποτ ἐς γῆν τήνδ ἐπόρθμευσας πόδα· Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην. τί χρῆμα δράσειν· ῥητὸν ἢ σιγώμενον· λέγοιμ ἄν:

ἀρχαὶ δ αἵδε μοι πολλῶν πόνων. ἐπεὶ τὰ μητρὸς ταῦθ ἃ σιγῶμεν κακὰ ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα ἐς τὰς Ἀθήνας δῆτ ἔπεμψε Λοξίας, δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς. ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ Ζεὺς εἵσατ ἔκ του δὴ χερῶν μιάσματος. ἐλθὼν δ ἐκεῖσε - πρῶτα μέν μ οὐδεὶς ξένων ἑκὼν ἐδέξαθ, ὡς θεοῖς στυγούμενον: οἳ δ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, σιγῇ δ ἐτεκτήναντ ἀπόφθεγκτόν μ, ὅπως δαιτὸς γενοίμην πώματός τ αὐτοῖς δίχα, ἐς δ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου μέτρημα πληρώσαντες εἶχον ἡδονήν. κἀγὼ ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι, μέγα στενάζων οὕνεκ ἦ μητρὸς φονεύς. κλύω δ Ἀθηναίοισι τἀμὰ δυστυχῆ τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν, χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. ὡς δ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον, τὸ δ ἄλλο πρέσβειρ ἥπερ ἦν Ἐρινύων.

ὡς τἄμ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας. εἰπὼν <δ> ἀκούσας θ αἵματος μητρὸς πέρι, Φοῖβός μ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ: νικῶν δ ἀπῆρα φόνια πειρατήρια. ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ, ψῆφον παρ αὐτὴν ἱερὸν ὡρίσαντ ἔχειν: ὅσαι δ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ ἀεί, ἑώς ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον, καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς, ἐπώμος αὐτοῦ βίον ἀπορρήξειν θανών, εἰ μή με σώσει Φοῖβος, ὅς μ ἀπώλεσεν. ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν Φοῖβός μ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν ἄγαλμ Ἀθηνῶν τ ἐγκαθιδρῦσαι χθονί. ἀλλ ἥνπερ ἡμῖν ὡρ´ισεν σωτηρίαν, σύμπραξον: ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει στείλας Μυκήναις ἐγκαταστήσω πάλιν. ἀλλ, ὦ φιληθεῖς, ὦ κασίγνητον κάρα, σῷσον πατρῷον οἶκον, ἔκσῳσον δ ἐμέ: δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ ἄγει.

τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ ἐλθεῖν, ἔχω Ἄργει γενέσθαι καὶ σέ, σύγγον, εἰσιδεῖν. θέλω δ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων νοσοῦντά τ οἶκον, οὐχὶ τῷ κτανόντι με θυμουμένη, πατρῷον ὀρθῶσαι: θέλω: σφαγῆς τε γὰρ σῆς χεῖρ ἀπαλλάξαιμεν ἂν σῴσαιμί τ οἴκους. τὴν θεὸν δ ὅπως λάθω δέδοικα καὶ τύραννον, ἡνίκ ἂν κενὰς κρηπῖδας εὑρ´ῃ λαΐνας ἀγάλματος. πῶς δ οὐ θανοῦμαι· τίς δ ἔνεστί μοι λόγος· ἀλλ, εἰ μὲν - ἕν τι - τοῦθ ὁμοῦ γενήσεται, ἄγαλμά τ οἴσεις κἄμ ἐπ εὐπρύμνου νεὼς ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν: τούτου δὲ χωρισθεῖς - ἐγὼ μὲν ὄλλυμαι, σὺ δ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις. οὐ μήν τι φεύγω γ, οὐδέ ς εἰ θανεῖν χρεὼν σῴσασαν: οὐ γὰρ ἀλλ ἀνὴρ μὲν ἐκ δόμων θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ. οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς: ἅλις τὸ κείνης αἷμα: κοινόφρων δὲ σοὶ καὶ ζῆν θέλοιμ ἂν καὶ θανὼν λαχεῖν ἴσον. ἄξω δέ γ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα. γνώμης δ ἄκουσον: εἰ πρόσαντες ἦν τόδε Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε κομίσαι μ ἄγαλμα θεᾶς πόλισμ ἐς Παλλάδος <> καὶ σὸν πρόσωπον εἰσιδεῖν· ἅπαντα γὰρ συνθεὶς τάδ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν. πῶς οὖν γένοιτ ἂν ὥστε μήθ ἡμᾶς θανεῖν, λαβεῖν θ ἃ βουλόμεσθα·

τῇδε γὰρ νοσεῖ νόστος πρὸς οἴκους: ἡ δὲ βούλησις πάρα. ἆρ ἂν τύραννον διολέσαι δυναίμεθ ἄν· δεινὸν τόδ εἶπας, ξενοφονεῖν ἐπήλυδας. ἀλλ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον. οὐκ ἂν δυναίμην: τὸ δὲ πρόθυμον ᾔνεσα. τί δ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα· ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν· κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ ἀληθείας τὸ φῶς. εἴς ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν. οἴμοι, διεφθάρμεσθα: πῶς σωθεῖμεν ἄν· ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι. ποῖόν τι· δόξης μετάδος, ὡς κἀγὼ μάθω. ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι. δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν. χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς. ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, τίν αἰτίαν ἔχους· ὑποπτεύω τι γάρ. οὐ καθαρὸν ὄντα: τὸ δ ὅσιον δώσω φόβῳ. τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ ἁλίσκεται· πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι, ἔτ ἐν δόμοισι βρέτας, ἐφ ᾧ πεπλεύκαμεν. κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ. ποῖ δῆτα· πόντου νοτερὸν εἶπας ἔκβολον· οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν. σὺ δ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας· ἐγώ: θιγεῖν γὰρ ὅσιόν ἐστ ἐμοὶ μόνῃ. Πυλάδης δ ὅδ ἡμῖν ποῦ τετάξεται πόνου· ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ ἔχων. λάθρα δ ἄνακτος ἢ εἰδότος δράσεις τάδε· πείσασα μύθοις: οὐ γὰρ ἂν λάθοιμί γε. καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. σοὶ δὴ μέλειν χρὴ τἄλλ ὅπως ἕξει καλῶς. ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε. ἀλλ ἀντίαζε καὶ λόγους πειστηρίους εὑρ´ισκ: ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή. τὰ δ ἄλλ ἴσως - . ἅπαντα συμβαίη καλῶς. ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω, καὶ τἄμ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας φίλου τ ἀδελφοῦ φιλτάτης τε συγγόνου.

καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ ἀρχέτω: γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος σῴζειν τε κοινὰ πράγματ ἀσφαλέσταται. σιγήσαθ ἡμῖν καὶ συνεκπονήσατε φυγάς. καλόν τοι γλῶσς ὅτῳ πιστὴ παρῇ. ὁρᾶτε δ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει. σωθεῖσα δ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης, σώσω ς ἐς Ἑλλάδ. ἀλλὰ πρός σε δεξιᾶς σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος, γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ. τί φατέ· τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν - φθέγξασθε - ταῦτα· μὴ γὰρ αἰνουσῶν λόγους ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας. θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον: ὡς ἔκ γ ἐμοῦ σοι πάντα σιγηθήσεται - ἴστω μέγας Ζεύς - ὧν ἐπισκήπτεις πέρι. ὄναισθε μύθων καὶ γένοισθ εὐδαίμονες. σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους:

ὡς αὐτίχ ἥξει τῆσδε κοίρανος χθονός, θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων. ὦ πότνι, ἥπερ μ Αὐλίδος κατὰ πτυχὰς δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός, σῶσόν με καὶ νῦν τούσδε τ:

ἢ τὸ Λοξίου οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα. ἀλλ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς ἐς τὰς Ἀθήνας: καὶ γὰρ ἐνθάδ οὐ πρέπει ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION