호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ σχέτλιοι πομπαί.? φεῦ φεῦ, διόλλυσαι. αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον· ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις. Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί·
οὐκ οἶδ: ἐρωτᾷς οὐ λέγειν ἔχοντά με. τίς ἐστὶν ἡ νεᾶνις· ὡς Ἑλληνικῶς ἀνήρεθ ἡμᾶς τούς τ ἐν Ἰλίῳ πόνους νόστον τ Ἀχαιῶν τόν τ ἐν οἰωνοῖς σοφὸν Κάλχαντ Ἀχιλλέως τ ὄνομα, καὶ τὸν ἄθλιον Ἀγαμέμνον ὡς ᾤκτιρ ἀνηρώτα τέ με γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος ἐκεῖθεν Ἀργεία τις: οὐ γὰρ ἄν ποτε δέλτον τ ἔπεμπε καὶ τάδ ἐξεμάνθανεν, ὡς κοινὰ πράσσους, Ἄργος εἰ πράσσει καλῶς. ἔφθης με μικρόν: ταὐτὰ δὲ φθάσας λέγεις, πλὴν ἕν: τὰ γὰρ τῶν βασιλέων παθήματα ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν. ἀτὰρ διῆλθον χἅτερον λόγον τινά. τίν· ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις. αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος: κοινῇ τ ἔπλευσα . . . δεῖ με καὶ κοινῇ θανεῖν. καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι Ἄργει τε Φωκέων τ ἐν πολυπτύχῳ χθονί, δόξω δὲ τοῖς πολλοῖσι - πολλοὶ γὰρ κακοί - προδοὺς σεσῷσθαί ς αὐτὸς εἰς οἴκους μόνος ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν, ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν. ταῦτ οὖν φοβοῦμαι καὶ δι αἰσχύνης ἔχω, κοὐκ ἔσθ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, φίλον γεγῶτα καὶ φοβούμενον ψόγον. εὔφημα φώνει:
τἀμὰ δεῖ φέρειν κακά, ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς. ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις, ταὔτ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ ἐμοὶ κτενῶ: τὸ μὲν γὰρ εἰς ἔμ οὐ κακῶς ἔχει, πράσσονθ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον. σὺ δ ὄλβιός τ εἶ, καθαρά τ, οὐ νοσοῦντ, ἔχεις μέλαθρ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ. σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ ἔχειν - ὄνομά τ ἐμοῦ γένοιτ ἄν, οὐδ ἄπαις δόμος πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ ἄν. ἀλλ ἑρ´πε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. ὅταν δ ἐς Ἑλλάδ ἵππιόν τ Ἄργος μόλῃς, πρὸς δεξιᾶς σε τῆσδ ἐπισκήπτω τάδε: τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι, καὶ δάκρυ ἀδελφὴ καὶ κόμας δότω τάφῳ. ἄγγελλε δ ὡς ὄλωλ ὑπ Ἀργείας τινὸς γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ, ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός. καὶ χαῖρ: ἐμῶν γὰρ φίλτατόν ς ηὑρ῀ον φίλων, ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί, ὦ πόλλ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. ἡμᾶς δ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο:
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ. τέχνην δὲ θέμενος ὡς προσώταθ Ἑλλάδος ἀπήλας, αἰδοῖ τῶν πάρος μαντευμάτων. ᾧ πάντ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις, μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί ς ἐγὼ θανόντα μᾶλλον ἢ βλέπονθ ἕξω φίλον. ἀτὰρ τὸ τοῦ θεοῦ ς οὐ διέφθορέν γέ πω μάντευμα: καίτοι γ ἐγγὺς ἕστηκας φόνου. ἀλλ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ. σίγα: τὰ Φοίβου δ οὐδὲν ὠφελεῖ μ ἔπη: ἀπέλθεθ ὑμεῖς καὶ παρευτρεπίζετε τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί, ξένοι, πάρεισιν:
ἃ δ ἐπὶ τοῖσδε βούλομαι, ἀκούσατ. οὐδεὶς αὑτὸς ἐν πόνοις <τ> ἀνὴρ ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς θῆται παρ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν. τί δῆτα βούλῃ· τίνος ἀμηχανεῖς πέρι· ὁρ´κον δότω μοι τάσδε πορθμεύσειν γραφὰς πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων. ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους· τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν· λέγε. ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου. δίκαιον εἶπας: πῶς γὰρ ἀγγείλειεν ἄν· ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται· ναί. πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος. ὄμνυ: σὺ δ ἔξαρχ ὁρ´κον ὅστις εὐσεβής. δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις. τοῖς σοῖς φίλοισι γράμματ ἀποδώσω τάδε. κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας. τίν οὖν ἐπόμνυς τοισίδ ὁρ´κιον θεῶν· Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω. ἐγὼ δ ἄνακτά γ οὐρανοῦ, σεμνὸν Δία. εἰ δ ἐκλιπὼν τὸν ὁρ´κον ἀδικοίης ἐμέ· ἄνοστος εἰήν: τί δὲ σύ, μὴ σῴσασά με· μήποτε κατ Ἄργος ζῶς ἴχνος θείην ποδός. ἄκουε δή νυν ὃν παρήλθομεν λόγον. ἀλλ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ. ἐξαίρετόν μοι δὸς τόδ, ἤν τι ναῦς πάθῃ, χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα ἀφανὴς γένηται, σῶμα δ ἐκσῴσω μόνον, τὸν ὁρ´κον εἶναι τόνδε μηκέτ ἔμπεδον. ἀλλ οἶσθ ὃ δράσω· πολλὰ γὰρ πολλῶν κυρεῖ: τἀνόντα κἀγγεγραμμέν ἐν δέλτου πτυχαῖς λόγῳ φράσω σοι πάντ ἀναγγεῖλαι φίλοις. ἐν ἀσφαλεῖ γάρ: ἢν μὲν ἐκσῴσῃς γραφήν, αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα: ἢν δ ἐν θαλάσσῃ γράμματ ἀφανισθῇ τάδε, τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θ ὕπερ. σήμαινε δ ᾧ χρὴ τάσδ ἐπιστολὰς φέρειν πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν. ἄγγελλ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος:
Ἡ ν Αὐλίδι σφαγεῖς ἐπιστέλλει τάδε ζῶς Ἰφιγένεια, τοῖς ἐκεῖ δ οὐ ζῶς ἔτι - ποῦ δ ἔστ ἐκείνη· κατθανοῦς ἥκει πάλιν· ἥδ ἣν ὁρᾷς σύ: μὴ λόγοις ἔκπλησσέ με. Κόμισαί μ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν, ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς σφαγίων, ἐφ οἷσι ξενοφόνους τιμὰς ἔχω. Πυλάδη, τί λέξω· ποῦ ποτ ὄνθ ηὑρήμεθα· ἢ σοῖς ἀραία δώμασιν γενήσομαι. Ὀρέστα - · ἵν αὖθις ὄνομα δὶς κλύων μάθῃς. ὦ θεοί. τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς· οὐδέν: πέραινε δ: ἐξέβην γὰρ ἄλλοσε. τάχ οὐκ ἐρωτῶν ς εἰς ἄπιστ ἀφίξομαι. λέγ οὕνεκ ἔλαφον ἀντιδοῦσά μου θεὰ Ἄρτεμις ἔσῳσέ μ, ἣν ἔθυς ἐμὸς πατήρ, δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, ἐς τήνδε δ ᾤκις αἰᾶν. αἵδ ἐπιστολαί, τάδ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα. ὦ ῥᾳδίοις ὁρ´κοισι περιβαλοῦσά με, κάλλιστα δ ὀμόσας, οὐ πολὺν σχήσω χρόνον, τὸν δ ὁρ´κον ὃν κατώμος ἐμπεδώσομεν. ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε, Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
δέχομαι: παρεὶς δὲ γραμμάτων διαπτυχὰς τὴν ἡδονὴν πρῶτ οὐ λόγοις αἱρήσομαι. ὦ φιλτάτη μοι σύγγον, ἐκπεπληγμένος ὅμως ς ἀπίστῳ περιβαλὼν βραχίονι ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ ἐμοί.
ξέν, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς Ἀγαμέμνονος γεγῶσα, μή μ ἀποστρέφου, ἔχους ἀδελφόν, οὐ δοκοῦς ἕξειν ποτέ. ἐγώ ς ἀδελφὸν τὸν ἐμόν· οὐ παύσῃ λέγων· τὸ δ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία. οὐκ ἔστ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. ἀλλ ἡ Λάκαινα Τυνδαρίς ς ἐγείνατο· Πέλοπός γε παιδὶ παιδός, οὗ κπέφυκ ἐγώ. τί φῄς· ἔχεις τι τῶνδέ μοι τεκμήριον· ἔχω: πατρῴων ἐκ δόμων τι πυνθάνου. οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ ἐμέ. λέγοιμ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε: Ἀτρέως Θυέστου τ οἶσθα γενομένην ἔριν· ἤκουσα: χρυσῆς ἀρνὸς ἦν νείκη πέρι. ταῦτ οὖν ὑφήνας οἶσθ ἐν εὐπήνοις ὑφαῖς· ὦ φίλτατ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. εἰκώ τ ἐν ἱστοῖς ἡλίου μετάστασιν· ὕφηνα καὶ τόδ εἶδος εὐμίτοις πλοκαῖς. καὶ λούτρ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα· οἶδ: οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ ἀφείλετο. τί γάρ· κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν· μνημεῖά γ ἀντὶ σώματος τοὐμοῦ τάφῳ. ἃ δ εἶδον αὐτός, τάδε φράσω τεκμήρια: Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός, ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα ἐκτήσαθ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην. ὦ φίλτατ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ, ἔχω ς, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος Ἀργόθεν, ὦ φίλος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기