호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οἵδε χέρας δεσμοῖς δίδυμοι συνερεισθέντες χωροῦσι, νέον πρόσφαγμα θεᾶς:? σιγᾶτε, φίλαι. τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ ναοῖσι πέλας τάδε βαίνει: οὐδ ἀγγελίας ψευδεῖς ἔλακεν βουφορβὸς ἀνήρ. ὦ πότνι, εἴ σοι τάδ ἀρεσκόντως πόλις ἥδε τελεῖ, δέξαι θυσίας, ἃς ὁ παρ ἡμῖν νόμος οὐχ ὁσίας Ἕλλησι διδοὺς ἀναφαίνει. εἰε῟ν:
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας, ὡς ὄντες ἱεροὶ μηκέτ ὦσι δέσμιοι. ναοῦ δ ἔσω στείχοντες εὐτρεπίζετε ἃ χρὴ πὶ τοῖς παροῦσι καὶ νομίζεται. φεῦ: τίς ἆρα μήτηρ ἡ τεκοῦς ὑμᾶς ποτε πατήρ τ· ἀδελφή τ, εἰ γεγῶσα τυγχάνει - οἱών στερεῖσα διπτύχων νεανιῶν ἀνάδελφος ἔσται. - τὰς τύχας τίς οἶδ ὅτῳ τοιαίδ ἔσονται· πάντα γὰρ τὰ τῶν θεῶν ἐς ἀφανὲς ἑρ´πει, κοὐδὲν οἶδ οὐδεὶς κακὸν <> ἡ γὰρ τύχη παρήγαγ ἐς τὸ δυσμαθές. πόθεν ποθ ἥκετ, ὦ ταλαίπωροι ξένοι· ὡς διὰ μακροῦ μὲν τήνδ ἐπλεύσατε χθόνα, μακρὸν δ ἀπ οἴκων χρόνον ἔσεσθ ἀεὶ κάτω. τί ταῦτ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν κακοῖσι λυπεῖς, ἥτις εἶ ποτ, ὦ γύναι· οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ. οὐχ ὅστις Αἵδην ἐγγὺς ὄντ οἰκτίζεται σωτηρίας ἄνελπις: ὡς δύ ἐξ ἑνὸς κακὼ συνάπτει, μωρίαν τ ὀφλισκάνει θνῄσκει θ ὁμοίως: τὴν τύχην δ ἐᾶν χρεών. ἡμᾶς δὲ μὴ θρήνει σύ: τὰς γὰρ ἐνθάδε θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν. πότερος ἄρ ὑμῶν ἐνθάδ ὠνομασμένος Πυλάδης κέκληται·
τόδε μαθεῖν πρῶτον θέλω. ὅδ, εἴ τι δή σοι τοῦτ ἐν ἡδονῇ μαθεῖν. ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς· τί δ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι· πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς· φιλότητί γ: ἐσμὲν δ οὐ κασιγνήτω, γύναι. σοὶ δ ὄνομα ποῖον ἔθεθ ὁ γεννήσας πατήρ· τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ ἄν. οὐ τοῦτ ἐρωτῶ: τοῦτο μὲν δὸς τῇ τύχῃ. ἀνώνυμοι θανόντες οὐ γελῴμεθ ἄν. τί δὲ φθονεῖς τοῦτο· ἦ φρονεῖς οὕτω μέγα· τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα. οὐδ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι· ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ. χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε· τὸ κλεινὸν Ἄργος πατρίδ ἐμὴν ἐπεύχομαι. πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν, εἶ κεῖθεν γεγώς· ἐκ τῶν Μυκηνῶν <γ>, αἵ ποτ ἦσαν ὄλβιαι. φυγὰς <δ> ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ· φεύγω τρόπον γε δή τιν οὐχ ἑκὼν ἑκών. ἆρ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω· ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας. καὶ μὴν ποθεινός γ ἦλθες ἐξ Ἄργους μολών. οὔκουν ἐμαυτῷ γ: εἰ δὲ σοί, σὺ τοῦτ ἔρα. Τροίαν ἴσως οἶσθ, ἧς ἁπανταχοῦ λόγος. ὡς μήποτ ὤφελόν γε μηδ ἰδὼν ὄναρ. φασίν νιν οὐκέτ οὖσαν οἴχεσθαι δορί. ἔστιν γὰρ οὕτως οὐδ ἄκραντ ἠκούσατε. Ἑλένη δ ἀφῖκται δῶμα Μενέλεω πάλιν· ἥκει, κακῶς γ ἐλθοῦσα τῶν ἐμῶν τινι. καὶ ποῦ στι· κἀμοὶ γάρ τι προυφείλει κακόν. Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ. ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων. νόστος δ Ἀχαιῶν ἐγένεθ, ὡς κηρύσσεται· ὡς πάνθ ἅπαξ με συλλαβοῦς ἀνιστορεῖς. πρὶν γὰρ θανεῖν σε, τοῦδ ἐπαυρέσθαι θέλω. ἔλεγχ, ἐπειδὴ τοῦδ ἐρᾷς: λέξω δ ἐγώ. Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν· ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος. ὦ πότνι, ὡς εὖ. - τί γὰρ ὁ Λαέρτου γόνος· οὔπω νενόστηκ οἶκον, ἔστι δ, ὡς λόγος. ὄλοιτο, νόστου μήποτ ἐς πάτραν τυχών. μηδὲν κατεύχου: πάντα τἀκείνου νοσεῖ. Θέτιδος δ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι· οὐκ ἔστιν: ἄλλως λέκτρ ἔγημ ἐν Αὐλίδι. δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες. τίς εἶ ποθ·
ὡς εὖ πυνθάνῃ τἀφ Ἑλλάδος. ἐκεῖθέν εἰμι: παῖς ἔτ οὖς ἀπωλόμην. ὀρθῶς ποθεῖς ἄρ εἰδέναι τἀκεῖ, γύναι. τί δ ὁ στρατηγός, ὃν λέγους εὐδαιμονεῖν· τίς· οὐ γὰρ ὅν γ ἐγᾦδα τῶν εὐδαιμόνων. Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. οὐκ οἶδ: ἄπελθε τοῦ λόγου τούτου, γύναι. μὴ πρὸς θεῶν, ἀλλ εἴφ, ἵν εὐφρανθῶ, ξένε. τέθνηχ ὁ τλήμων, πρὸς δ ἀπώλεσέν τινα. τέθνηκε· ποίᾳ συμφορᾷ· τάλαιν ἐγώ. τί δ ἐστέναξας τοῦτο· μῶν προσῆκέ σοι· τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ ἀναστένω. δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς. ὦ πανδάκρυτος ἡ κτανοῦσα . . . χὡ κτανών. παῦσαί νυν ἤδη μηδ ἐρωτήσῃς πέρα. τοσόνδε γ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ. οὐκ ἔστι: παῖς νιν ὃν ἔτεχ, οὗτος ὤλεσεν. ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων· πατρὸς θανόντος τήνδε τιμωρούμενος. φεῦ: ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο. ἀλλ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. λείπει δ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον· λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν. τί δέ· σφαγείσης θυγατρὸς ἔστι τις λόγος· οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος. τάλαιν ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο. ὁ τοῦ θανόντος δ ἔστι παῖς Ἄργει πατρός· ἔστ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ. ψευδεῖς ὄνειροι, χαίρετ: οὐδὲν ἦτ ἄρα. οὐδ οἱ σοφοί γε δαίμονες κεκλημένοι πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι. πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι κἀν τοῖς βροτείοις: ἓν δὲ λυπεῖται μόνον, ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις ὄλωλεν - ὡς ὄλωλε τοῖσιν εἰδόσιν. φεῦ φεῦ: τί δ ἡμεῖς οἵ τ ἐμοὶ γεννήτορες· ἆρ εἰσίν· ἆρ οὐκ εἰσί· τίς φράσειεν ἄν· ἀκούσατ:
ἐς γὰρ δή τιν ἥκομεν λόγον, ὑμῖν τ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα κἀμοί. τὸ δ εὖ μάλιστά γ οὕτω γίγνεται, εἰ πᾶσι ταὐτὸν πρᾶγμ ἀρεσκόντως ἔχει. θέλοις ἄν, εἰ σῴσαιμί ς, ἀγγεῖλαί τί μοι πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις, δέλτον τ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν φονέα νομίζων χεῖρα, τοῦ νόμου δ ὕπο θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι ἡγουμένης· οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν ἐς Ἄργος αὖθις, τάς <τ> ἐμὰς ἐπιστολὰς πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. σὺ δ - εἶ γάρ, ὡς ἐοίκας, οὔτε δυσμενὴς καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω - σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών, κούφων ἕκατι γραμμάτων σωτηρίαν. οὗτος δ, ἐπείπερ πόλις ἀναγκάζει τάδε, θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη: τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα. ὁ ναυστολῶν γάρ εἰμ ἐγὼ τὰς συμφοράς, οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. οὔκουν δίκαιον ἐπ ὀλέθρῳ τῷ τοῦδ ἐμὲ χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν. ἀλλ ὣς γενέσθω: τῷδε μὲν δέλτον δίδου: πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν: ἡμᾶς δ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς αὐτὸς σέσῳσται. τυγχάνει δ ὅδ ὢν φίλος, ὃν οὐδὲν ἧσσον ἢ μὲ φῶς ὁρᾶν θέλω. ὦ λῆμ ἄριστον, ὡς ἀπ εὐγενοῦς τινος ῥίζης πέφυκας τοῖς φίλοις τ ὀρθῶς φίλος. τοιοῦτος εἰή τῶν ἐμῶν ὁμοσπόρων ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ ἐγώ, ξένοι, ἀνάδελφός εἰμι, πλὴν ὅς οὐχ ὁρῶσά νιν. ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν δέλτον φέροντα, σὺ δὲ θανῇ: πολλὴ δέ τις προθυμία σε τοῦδ ἔχουσα τυγχάνει. θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται·
ἐγώ: θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω. ἄζηλά γ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα. ἀλλ εἰς ἀνάγκην κείμεθ, ἣν φυλακτέον. αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας· οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι. ὁ δὲ σφαγεὺς τίς· εἰ τάδ ἱστορεῖν με χρή. ἔσω δόμων τῶνδ εἰσὶν οἷς μέλει τάδε. τάφος δὲ ποῖος δέξεταί μ, ὅταν θάνω· πῦρ ἱερὸν ἔνδον χάσμα τ εὐρωπὸν πέτρας. φεῦ: πῶς ἄν μ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν· μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ εἶ, ηὔξω: μακρὰν γὰρ βαρβάρου ναίει χθονός. οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, ἀλλ ὧν γε δυνατὸν οὐδ ἐγὼ λείψω χάριν. πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, ξανθῷ τ ἐλαίῳ σῶμα σὸν κατασβέσω, καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. ἀλλ εἶμι δέλτον τ ἐκ θεᾶς ἀνακτόρων οἴσω: τὸ μέντοι δυσμενὲς μὴ μοὶ λάβῃς. φυλάσσετ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ - ἴσως ἀέλπτα τῶν ἐμῶν φίλων τινὶ πέμψω πρὸς Ἄργος, ὃν μάλιστ ἐγὼ φιλῶ, καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기