호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ σοὺς λόγους ἐδεξάμεσθα:? πείθομαι δ εἶναι πατρὸς Λοξίου καὶ τῆσδε. - καὶ πρὶν τοῦτο δ οὐκ ἄπιστον ἦν. τἀμὰ νῦν ἄκουσον: αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν, οὕνεχ οὗ ποτ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι. αἵδε δ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια, δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας. ᾔνες οὕνεκ εὐλογεῖς θεὸν μεταβαλοῦς: ἀεὶ γὰρ οὖν χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δ οὐκ ἀσθενῆ. ὦ τέκνον, στείχωμεν οἴκους. στείχεθ, ἕψομαι δ ἐγώ. ἀξία γ ἡμῶν ὁδουρός. καὶ φιλοῦσά γε πτόλιν. ἐς θρόνους δ ἵζου παλαιούς. ἄξιον τὸ κτῆμά μοι. ὦ Διὸς Λητοῦς τ Ἄπολλον, χαῖρ: ὅτῳ δ ἐλαύνεται συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών: ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων, οἱ κακοὶ δ, ὥσπερ πεφύκας, οὔποτ εὖ πράξειαν ἄν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기