- 텍스트

Euripides, Ion, episode, iambic 3:

(에우리피데스, Ion, episode, iambic 3:)

λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς ἵδρυσον.? ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς δίκαιος ἄρχειν τῆς γ ἐμῆς ὅδε χθονός, ἔσται τ ἀν Ἑλλάδ εὐκλεής. οἱ τοῦδε γὰρ παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς λαῶν ἔσονται, σκόπελον οἳ ναίους ἐμόν. Γελέων μὲν ἔσται πρῶτος: εἶτα δεύτερος <> Ὅπλητες Ἀργαδῆς τ, ἐμῆς τ ἀπ αἰγίδος ἔμφυλον ἕξους Αἰγικορῆς. οἱ τῶνδε δ αὖ παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ δίδωσιν: ἀντίπορθμα δ ἠπείροιν δυοῖν πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς Εὐρωπίας τε: τοῦδε δ ὀνόματος χάριν Ιὤνες ὀνομασθέντες ἕξουσιν κλέος. Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος, Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται πόλις κατ αἰᾶν Πελοπίαν: ὁ δεύτερος Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας τύραννος ἔσται, κἀπισημανθήσεται κείνου κεκλῆσθαι λαὸς ὄνομ ἐπώνυμος. καλῶς δ Ἀπόλλων πάντ ἔπραξε: πρῶτα μὲν ἄνοσον λοχεύει ς, ὥστε μὴ γνῶναι φίλους: ἐπεὶ δ ἔτικτες τόνδε παῖδα κἀπέθου ἐν σπαργάνοισιν, ἁρπάσαντ ἐς ἀγκάλας Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος, ἔθρεψέ τ οὐδ εἰάσεν ἐκπνεῦσαι βίον. νῦν οὖν σιώπα, παῖς ὅδ ὡς πέφυκε σός, ἵν ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ, σύ τ αὖ τὰ σαυτῆς ἀγάθ ἔχους ἰῄς, γύναι. καὶ χαίρετ: ἐκ γὰρ τῆσδ ἀναψυχῆς πόνων εὐδαίμον ὑμῖν πότμον ἐξαγγέλλομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION