호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὴ φεύγετ:? οὐ γὰρ πολεμίαν με φεύγετε, ἀλλ ἔν τ Ἀθήναις κἀνθάδ οὖσαν εὐμενῆ. ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς Παλλάς, δρόμῳ σπεύσας Ἀπόλλωνος πάρα, ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου, μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ, ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι: ὡς ἥδε τίκτει ς ἐξ Ἀπόλλωνος πατρός, δίδωσι δ οἷς ἔδωκεν, οὐ φύσασί σε, ἀλλ ὡς νομίζῃ ς οἶκον εὐγενέστατον. ἐπεὶ δ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε, θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο. ἔμελλε δ αὐτὰ διασιωπήσας ἄναξ ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν, σέ θ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός. ἀλλ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ, ἐφ οἷσιν ἔζευξ ἁρ´ματ, εἰσακούσατον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기