호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ ἀέλπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.? ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς, Τύχη, παρ οἱάν ἤλθομεν στάθμην βίου μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια. φεῦ: ἆρ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς ἔνεστι πάντα τάδε καθ ἡμέραν μαθεῖν· φίλον μὲν οὖν ς εὑρ´ημα, μῆτερ, ηὑρ´ομεν, καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε: τὰ δ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι. δεῦρ ἔλθ: ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον. ὁρ´α σύ, μῆτερ: μὴ σφαλεῖς ἃ παρθένοις ἐγγίγνεται νοσήματ ἐς κρυπτοὺς γάμους, ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν, καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη, Φοίβῳ τεκεῖν με φῄς, τεκοῦς οὐκ ἐκ θεοῦ· μὰ τὴν παρασπίζουσαν ἁρ´μασίν ποτε Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι, οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον, ἀλλ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ. πῶς οὖν τὸν αὑτοῦ παῖδ ἔδωκ ἄλλῳ πατρὶ Ξούθου τέ φησι παῖδά μ ἐκπεφυκέναι· πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε αὑτοῦ γεγῶτα: καὶ γὰρ ἂν φίλος φίλῳ δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων. ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται, ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα. ἄκουε δή νυν ἅμ ἐσῆλθεν, ὦ τέκνον: εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ δόμον καθίζει: τοῦ θεοῦ δὲ λεγόμενος, οὐκ ἔσχες ἄν ποτ οὔτε παγκλήρους δόμους οὔτ ὄνομα πατρός. πῶς γάρ, οὗ γ ἐγὼ γάμους ἔκρυπτον αὐτὴ καί ς ἀπέκτεινον λάθρα· ὃ δ ὠφελῶν σε προστίθης ἄλλῳ πατρί. οὐχ ὧδε φαύλως αὔτ ἐγὼ μετέρχομαι, ἀλλ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους, εἴτ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου. ἐά: τίς οἴκων θυοδόκων ὑπερτελὴς ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν· φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων ὁρῶμεν - εἰ μὴ καιρός ἐσθ ἡμᾶς ὁρᾶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기