- 텍스트

Euripides, Ion, episode, iambic

(에우리피데스, Ion, episode, iambic)

μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ ἀέλπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.? ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς, Τύχη, παρ οἱάν ἤλθομεν στάθμην βίου μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια. φεῦ: ἆρ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς ἔνεστι πάντα τάδε καθ ἡμέραν μαθεῖν· φίλον μὲν οὖν ς εὑρ´ημα, μῆτερ, ηὑρ´ομεν, καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε: τὰ δ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι. δεῦρ ἔλθ: ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον. ὁρ´α σύ, μῆτερ: μὴ σφαλεῖς ἃ παρθένοις ἐγγίγνεται νοσήματ ἐς κρυπτοὺς γάμους, ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν, καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη, Φοίβῳ τεκεῖν με φῄς, τεκοῦς οὐκ ἐκ θεοῦ· μὰ τὴν παρασπίζουσαν ἁρ´μασίν ποτε Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι, οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον, ἀλλ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ. πῶς οὖν τὸν αὑτοῦ παῖδ ἔδωκ ἄλλῳ πατρὶ Ξούθου τέ φησι παῖδά μ ἐκπεφυκέναι· πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε αὑτοῦ γεγῶτα: καὶ γὰρ ἂν φίλος φίλῳ δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων. ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται, ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα. ἄκουε δή νυν ἅμ ἐσῆλθεν, ὦ τέκνον: εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ δόμον καθίζει: τοῦ θεοῦ δὲ λεγόμενος, οὐκ ἔσχες ἄν ποτ οὔτε παγκλήρους δόμους οὔτ ὄνομα πατρός. πῶς γάρ, οὗ γ ἐγὼ γάμους ἔκρυπτον αὐτὴ καί ς ἀπέκτεινον λάθρα· ὃ δ ὠφελῶν σε προστίθης ἄλλῳ πατρί. οὐχ ὧδε φαύλως αὔτ ἐγὼ μετέρχομαι, ἀλλ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους, εἴτ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου. ἐά: τίς οἴκων θυοδόκων ὑπερτελὴς ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν· φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων ὁρῶμεν - εἰ μὴ καιρός ἐσθ ἡμᾶς ὁρᾶν. μὴ φεύγετ: οὐ γὰρ πολεμίαν με φεύγετε, ἀλλ ἔν τ Ἀθήναις κἀνθάδ οὖσαν εὐμενῆ. ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς Παλλάς, δρόμῳ σπεύσας Ἀπόλλωνος πάρα, ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου, μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ, ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι: ὡς ἥδε τίκτει ς ἐξ Ἀπόλλωνος πατρός, δίδωσι δ οἷς ἔδωκεν, οὐ φύσασί σε, ἀλλ ὡς νομίζῃ ς οἶκον εὐγενέστατον. ἐπεὶ δ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε, θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο. ἔμελλε δ αὐτὰ διασιωπήσας ἄναξ ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν, σέ θ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός. ἀλλ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ, ἐφ οἷσιν ἔζευξ ἁρ´ματ, εἰσακούσατον. λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς ἵδρυσον.

ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς δίκαιος ἄρχειν τῆς γ ἐμῆς ὅδε χθονός, ἔσται τ ἀν Ἑλλάδ εὐκλεής. οἱ τοῦδε γὰρ παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς λαῶν ἔσονται, σκόπελον οἳ ναίους ἐμόν. Γελέων μὲν ἔσται πρῶτος: εἶτα δεύτερος <> Ὅπλητες Ἀργαδῆς τ, ἐμῆς τ ἀπ αἰγίδος ἔμφυλον ἕξους Αἰγικορῆς. οἱ τῶνδε δ αὖ παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ δίδωσιν: ἀντίπορθμα δ ἠπείροιν δυοῖν πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς Εὐρωπίας τε: τοῦδε δ ὀνόματος χάριν Ιὤνες ὀνομασθέντες ἕξουσιν κλέος. Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος, Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται πόλις κατ αἰᾶν Πελοπίαν: ὁ δεύτερος Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας τύραννος ἔσται, κἀπισημανθήσεται κείνου κεκλῆσθαι λαὸς ὄνομ ἐπώνυμος. καλῶς δ Ἀπόλλων πάντ ἔπραξε: πρῶτα μὲν ἄνοσον λοχεύει ς, ὥστε μὴ γνῶναι φίλους: ἐπεὶ δ ἔτικτες τόνδε παῖδα κἀπέθου ἐν σπαργάνοισιν, ἁρπάσαντ ἐς ἀγκάλας Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος, ἔθρεψέ τ οὐδ εἰάσεν ἐκπνεῦσαι βίον. νῦν οὖν σιώπα, παῖς ὅδ ὡς πέφυκε σός, ἵν ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ, σύ τ αὖ τὰ σαυτῆς ἀγάθ ἔχους ἰῄς, γύναι. καὶ χαίρετ: ἐκ γὰρ τῆσδ ἀναψυχῆς πόνων εὐδαίμον ὑμῖν πότμον ἐξαγγέλλομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION