- 텍스트

Euripides, Ion, episode, lyric 1:

(에우리피데스, Ion, episode, lyric 1:)

μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω τῆς ἡδονῆς τῆσδ ἧς ἔδωχ ὑμῖν ἐγώ.? ὦ τέκνον, τί φῄς· οἱο῀ν οἱο῀ν ἀνελέγχομαι. πῶς εἶπας· ἄλλοθεν γέγονας, ἄλλοθεν. ὤμοι: νόθον με παρθένευμ ἔτικτε σόν· οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων ὑμέναιος ἐμός, τέκνον, ἔτικτε σὸν κάρα. αἰαῖ: πέφυκα δυσγενής. μῆτερ, πόθεν· ἴστω Γοργοφόνα - τί τοῦτ ἔλεξας· ἃ σκοπέλοις ἐπ ἐμοῖς τὸν ἐλαιοφυῆ πάγον θάσσει - λέγεις μοι δόλια κοὐ σαφῆ τάδε. παρ ἀηδόνιον πέτραν Φοίβῳ - τί Φοῖβον αὐδᾷς· κρυπτόμενον λέχος ηὐνάσθην . . . λέγ: ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι. δεκάτῳ δέ σε μηνὸς ἐν κύκλῳ κρύφιον ὠδῖν ἔτεκον Φοίβῳ. ὦ φίλτατ εἰποῦς, εἰ λέγεις ἐτήτυμα. παρθένια δ ἐμᾶς <λάθρα> ματέρος σπάργαν ἀμφίβολά σοι τάδ ἐνῆψα, κερ- κίδος ἐμᾶς πλάνους. γάλακτι δ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν, ἀνὰ δ ἄντρον ἔρημον οἰωνῶν γαμφηλαῖς φόνευμα θοίναμά τ εἰς Αἵδαν ἐκβάλλῃ. ὦ δεινὰ τλᾶσα μῆτερ. ἐν φόβῳ, τέκνον, καταδεθεῖσα σὰν ἀπέβαλον ψυχάν: ἔκτεινά ς ἄκους. ἐξ ἐμοῦ τ οὐχ ὅσι ἔθνῃσκες. ἰώ: δειναὶ μὲν τότε τύχαι, δεινὰ δὲ καὶ τάδ: ἑλισσόμεσθ ἐκεῖθεν ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν, μεθίσταται δὲ πνεύματα. μενέτω: τὰ πάροιθεν ἅλις κακά: νῦν δὲ γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION