호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί, τίν αὐδὰν ἀύσω, βοάσω·? πόθεν μοι συνέκυρς ἀδόκητος ἡδονά· πόθεν ἐλάβομεν χαράν· ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε, μῆτερ, παρέστη τῶνδ, ὅπως σός εἰμ ἐγώ. ἔτι φόβῳ τρέμω. μῶν οὐκ ἔχειν μ ἔχουσα· τὰς γὰρ ἐλπίδας ἀπέβαλον πρόσω. ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν βρέφος ἐς ἀγκάλας· τίν ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου· θεῖον τόδ: ἀλλὰ τἀπίλοιπα τῆς τύχης εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ. τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ, γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ: νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω μακαριωτάτας τυχοῦς ἡδονᾶς. τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις. ἄπαιδες οὐκέτ ἐσμὲν οὐδ ἄτεκνοι: δῶμ ἑστιοῦται, γᾶ δ ἔχει τυράννους: ἀνηβᾷ δ Ἐρεχθεύς, ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται, ἀελίου δ ἀναβλέπει λαμπάσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기