- 텍스트

Euripides, Ion, episode, iambics 5:

(에우리피데스, Ion, episode, iambics 5:)

τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ·? σίγα σύ: πολλὰ καὶ πάροιθεν οἶσθά μοι - οὐκ ἐν σιωπῇ τἀμά: μή με νουθέτει. ὁρῶ γὰρ ἄγγος οὗ ξέθηκ ἐγώ ποτε - σέ γ, ὦ τέκνον μοι, βρέφος ἔτ ὄντα νήπιον, Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς. λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή. λάζυσθε τήνδε: θεομανὴς γὰρ ἥλατο βωμοῦ λιποῦσα ξόανα: δεῖτε δ ὠλένας. σφάζοντες οὐ λήγοιτ ἄν: ὡς ἀνθέξομαι καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων. τάδ οὐχὶ δεινά· ῥυσιάζομαι λόγῳ. οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος. ἐγὼ φίλος σός· κᾆτά μ ἔκτεινες λάθρα· παῖς γ, εἰ τόδ ἐστὶ τοῖς τεκοῦσι φίλτατον. παῦσαι πλέκουσα. - λήψομαί ς ἐγὼ καλῶς. ἐς τοῦθ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον. κενὸν τόδ ἄγγος ἢ στέγει πλήρωμά τι· σά γ ἔνδυθ, οἷσί ς ἐξέθηκ ἐγώ ποτε. καὶ τοὔνομ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν· κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι. λέγ: ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου. σκέψασθ: ὃ παῖς ποτ οὖς ὕφασμ ὕφην ἐγὼ - ποῖόν τι· πολλὰ παρθένων ὑφάσματα. οὐ τέλεον, οἱο῀ν δ ἐκδίδαγμα κερκίδος. μορφὴν ἔχον τίν· ὥς με μὴ ταύτῃ λάβῃς. Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων. ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος· κεκρασπέδωται δ ὄφεσιν αἰγίδος τρόπον. ἰδού: τόδ ἔσθ ὕφασμα, θέσφαθ ὡς εὑρίσκομεν. ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν. ἔστιν τι πρὸς τῷδ, ἢ μόνῳ τῷδ εὐτυχεῖς· δράκοντες: ἀρχαῖόν τι παγχρύσῳ γένει δώρημ Ἀθάνας, ἣ τέκν ἐντρέφειν λέγει - Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα. τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι· δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον. ἔνεισιν οἵδε: τὸ δὲ τρίτον ποθῶ μαθεῖν. στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε, ἣν πρῶτ Ἀθάνα σκόπελον εἰσηνέγκατο, ὅς, εἴπερ ἔστιν, οὔποτ ἐκλείπει χλόην, θάλλει δ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION