- 텍스트

Euripides, Ion, episode, iambics 3:

(에우리피데스, Ion, episode, iambics 3:)

φεῦ φεῦ:? κατ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ, ἐκεῖσε τὸν νοῦν δούς, ὅθ ἡ τεκοῦσά με κρυφαῖα νυμφευθεῖς ἀπημπόλα λάθρα καὶ μαστὸν οὐκ ὑπέσχεν: ἀλλ ἀνώνυμος ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον. τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος βαρέα: χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου, ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς. τλήμων δὲ χἡ τεκοῦσά μ: ὡς ταὐτὸν πάθος πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς. καὶ νῦν λαβὼν τήνδ ἀντίπηγ οἴσω θεῷ ἀνάθημ, ἵν εὑρ´ω μηδὲν ὧν οὐ βούλομαι. εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις, εὑρεῖν κάκιον μητέρ ἢ σιγῶντ ἐᾶν. ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς - καίτοι τί πάσχω· τοῦ θεοῦ προθυμίᾳ πολεμῶ, τὰ μητρὸς σύμβολ ὃς σέσωκέ μοι. ἀνοικτέον τάδ ἐστὶ καὶ τολμητέον: τὰ γὰρ πεπρωμέν οὐχ ὑπερβαίην ποτ ἄν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION