- 텍스트

Euripides, Ion, episode, iambics 2:

(에우리피데스, Ion, episode, iambics 2:)

ἐπίσχες, ὦ παῖ:? τρίποδα γὰρ χρηστήριον λιποῦσα θριγκοῦ τοῦδ ὑπερβάλλω πόδα Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος. χαῖρ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ. ἀλλ οὖν λεγώμεθ: ἡ φάτις δ οὔ μοι πικρά. ἤκουσας ὥς μ ἔκτεινεν ἥδε μηχαναῖς· ἤκουσα: καὶ σὺ δ ὠμὸς ὢν ἁμαρτάνεις. οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι· προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε. ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς. μὴ ταῦτα: λείπων ἱερὰ καὶ στείχων πάτραν - τί δή με δρᾶσαι νουθετούμενον χρεών· καθαρὸς Ἀθήνας ἔλθ ὑπ οἰωνῶν καλῶν. καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ. μὴ σύ γε: παρ ἡμῶν δ ἔκλαβ οὓς ἔχω λόγους. λέγοις ἄν: εὔνους δ οὖς ἐρεῖς ὅς ἂν λέγῃς. ὁρᾷς τόδ ἄγγος χερὸς ὑπ ἀγκάλαις ἐμαῖς· ὁρῶ παλαιὰν ἀντίπηγ ἐν στέμμασιν. ἐν τῇδέ ς ἔλαβον νεόγονον βρέφος ποτέ. τί φῄς· ὁ μῦθος εἰσενήνεκται νέος. σιγῇ γὰρ εἶχον αὐτά: νῦν δὲ δείκνυμεν. πῶς οὖν ἔκρυπτες τόδε λαβοῦς ἡμᾶς πάλαι· ὁ θεός ς ἐβούλετ ἐν δόμοις ἔχειν λάτριν. νῦν δ οὐχὶ χρῄζει· τῷ τόδε γνῶναί με χρή· πατέρα κατειπὼν τῆσδέ ς ἐκπέμπει χθονός. σὺ δ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε· ἐνθύμιόν μοι τότε τίθησι Λοξίας - τί χρῆμα δρᾶσαι· λέγε, πέραινε σοὺς λόγους. σῶσαι τόδ εὑρ´ημ ἐς τὸν ὄντα νῦν χρόνον. ἔχει δέ μοι τί κέρδος - ἢ τίνα βλάβην· ἐνθάδε κέκρυπται σπάργαν οἷς ἐνῆσθα σύ. μητρὸς τάδ ἡμῖν ἐκφέρεις ζητήματα· ἐπεί γ ὁ δαίμων βούλεται: πάροιθε δ οὔ. ὦ μακαρίων μοι φασμάτων ἥδ ἡμέρα. λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει. πᾶσάν γ ἐπελθὼν Ἀσιάδ Εὐρώπης θ ὁρ´ους. γνώσῃ τάδ αὐτός. τοῦ θεοῦ δ ἕκατί σε ἔθρεψά τ, ὦ παῖ, καὶ τάδ ἀποδίδωμί σοι, ἃ κεῖνος ἀκέλευστόν μ ἐβουλήθη λαβεῖν σῶσαί θ: ὅτου δ ἐβούλεθ οὕνεκ, οὐκ ἔχω λέγειν. ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε ἔχοντας ἡμᾶς, οὐδ ἵν ἦν κεκρυμμένα. καὶ χαῖρ: ἴσον γάρ ς ὡς τεκοῦς ἀσπάζομαι. ἄρξαι δ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή: πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος, ἔπειτα δ εἴ τις Ἑλλάς. - ἐξ ἡμῶν δ ἔχεις ἅπαντα Φοίβου θ, ὃς μετέσχε τῆς τύχης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION